261
αὐτοῦ ἠξίωμαι διατελεῖν; διὸ καὶ δεδιῶ μήπως ἐπισκεψάμενος ἐν τῷ τελουμένῳ ὁμολογητικῷ γάμῳ ἴδοι με οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, εἴτουν καθαρότητος, καὶ εἴποι τοῖς ὑπηρέταις ἀγγέλοις· δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας ἐκβάλετε αὐτὸν καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὡς παρενείραντα ἑαυτὸν ἀναξίως τοῖς ὁμολογηταῖς μου. ὥστε τοῦτο εἰδὼς κλαῖέ με μᾶλλον, πάτερ, καὶ προσεύχου μὴ τοῦτό μοι συμβῆναι. Καὶ ὧδε μὲν ταῦτα. περὶ δὲ τοῦ "4διὰ"5 καὶ "4ἀνὰ"5 ὑπὸ τοῦ Μεγάλου Βασιλείου εἰρημένων, δῆλον ὅτι ἐν τῇ χρήσει κειμένων τῶν προθέσεων τῆς εἰκόνος, οὐχ ὑπὸ τοῦ ἁγίου δοκεῖ μοι ἐκφωνηθῆναι καὶ οὕτως καὶ οὕτως, ἀλλ' ἐκ μεταγραφῆς τὸ σφάλμα· πλὴν εἰς ταὐτὸν φέρει τὸν νοῦν ἀμφότερα. οἷον· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. καὶ ἀληθὲς τοῦτο καὶ ἐπὶ φυσικῆς εἰκόνος, τοῦτο καὶ ἐπὶ τεχνητῆς, τῆς ἀναβάσεως οὐδὲν ἄλλο δηλούσης ἢ ὅτι ἡ αὐτή ἐστι τιμὴ παρὰ τὸ τῆς οὐσίας διάφορον ἐπὶ τῶν τεχνητῶν, ἐπὶ δὲ τῶν φυσικῶν καὶ κατὰ τὸ τῆς οὐσίας ταὐτὸν ἀμφοῖν. καὶ γοῦν αὐτὴ ἡ ἀλήθεια εἴρηκεν· ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν πέμψαντά με. φυσικὴ οὖν τοῦ θεοῦ καὶ πατρὸς εἰκὼν ὁ υἱός, τεχνητὴ δὲ τοῦ υἱοῦ ὥσπερ καὶ τοῦ πατρὸς ἡμεῖς, ἤγουν ποιητική· καὶ ποιητὴς γὰρ καὶ τεχνίτης τῶν ἁπάντων λέγοιτο θεός. εἴληπται δὲ τῷ Ἁγίῳ Βασιλείῳ τὸ τεχνητὸν ἐπὶ τῶν ἐν πίναξιν εἰκόνων, καὶ ταὐτὸν ἡμᾶς λαβεῖν τοὺς κατ' εἰκόνα θεοῦ γεγονότας καὶ τὴν ἐν πίνακι ὑφ' ἡμῶν τεχνουργουμένην εἰκόνα ἐπὶ τοῦ τεχνητοῦ. καὶ μᾶλλον ἔγγυος ταυτισμὸς ἐπὶ τοῦ καθ' ὁμοίωσιν ὁ ἡμέτερος χαρακτὴρ πρὸς ἡμᾶς, ὥσπερ καὶ ὁ Χριστοῦ πρὸς αὐτόν, ἢ ὁ ἡμέτερος πρὸς θεόν, ἐπειδὴ θεοῦ καὶ ἀνθρώπων τὸ μέσον ἄπειρον· ὅτι ὁ μὲν ἄκτιστος, ἀπερίληπτος, ἀπερίγραπτος καὶ ὅσα τῆς αὐτῆς συστοιχίας ἄνθρωποι δὲ κτίσμα, σῶμα, περιγραμμὸς καὶ ὅσα ὁμόστοιχα τούτων ἄνθρωπος δὲ καὶ εἰκὼν ἀνθρώπου ἑκάτερα κτίσμα, κἂν διαφορότης κτίσεως κατὰ θάτερον ἐπ' οὐσίᾳ. Καὶ εὖγε τὸ πρόβλημά σου, ὅτι ὑπέδειξεν ἡμῖν ἐξ αὐτῆς τῆς θεολέκτου φωνῆς ἐν τῇ ἀθετήσει τῆς εἰκόνος αὐτὸν ἀθετεῖσθαι καὶ ἐν τῇ αὐτοῦ Χριστοῦ ἀθετήσει ἀθετεῖσθαι τὸν πατέρα τὸν πέμψαντα αὐτόν· καὶ εὑρίσκονται οἱ εἰκονομάχοι οὐκ ἀρνησίχριστοι μόνον, ἀλλὰ γὰρ καὶ τρισάρνητοι. τὸ δὲ "4διαβαίνει"5, ὅτι εἰς ταὐτὸν φέρει ἡ διάβασις τῇ ἀναβάσει. εἶπεν ὁ Κύριος· ἀναβαίνω πρὸς τὸν πατέρα μου· καὶ ὁ Μωυσῆς· διαβὰς ὄψομαι. ἀμφοῖν ὁμοιοφανὴς ἡ κίνησις καὶ οὔτε κυκλοφορικὴ θατέρα θατέρας οὔτε ἑλικοειδής, ἀλλ', εἰ καὶ διάφορος, κατὰ θέσιν, οὐ κατὰ σχέσιν. ἑπτὰ γάρ φησιν εἶναι τὰς κινήσεις· ἡ οὖν ἀνάβασις, ἵνα καὶ σχηματίσω, τοῦτο .|.· καὶ ἡ διάβασις τοῦτο .-.. ἀμφοῖν οὖν, ὡς εἴρηται, ἰσοφανῆ· γραμμὴ γὰρ φιλοσοφικῶς τὸ δεῖγμα. ἣν οὖν ἔχει σχέσιν τὸ ἄνω πρὸς τὸ κάτω, τὴν αὐτὴν καὶ τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν. ὥστε τὸ ἀναβαίνειν καὶ τὸ διαβαίνειν εἰς ταὐτὸν φέρει. καὶ εἰ μὲν ἐπιτετεγμένος ὁ λόγος, τῷ θεῷ καὶ λόγῳ χάρις· εἰ δ' οὖν, δίδαξον, λῷστε, τὸν ἀμαθῆ ἐμέ. 428 {1Ἀθανασίῳ τέκνῳ}1 "4Πῶς"5, φῆς, "4οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, μιᾶς οὔσης ἐπ' ἀμφοῖν προσκυνήσεως;"5 ὅτι ἐπ' αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις· προσκυνῶν γὰρ αὐτὸν συμπροσκυνῶ τὸν πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα ὁμοῦ, ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία. ἐπὶ δὲ τῆς εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα μία, τούτων δῆλα δὴ ἓν τὸ σέβας καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική· προσκυνῶν γὰρ αὐτὴν οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστόν, οὐ διαιρούμενον καθ' ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον. ὅπερ ἐστὶ σχετική, ἀλλ' οὐ λατρευτική, κἂν ἡ αὐτή, ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδική, ἤγουν φυσική, ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετική, ἤγουν ὑποστατική· εἰ γὰρ εἴποις "4λατρευτική"5, ἐσήμανας σεσαρκῶσθαι ὡς τὸν υἱὸν τόν τε πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἐστὶν ἔκτοπον. Τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ οὐ τὴν