μεταφορᾶς εἴρηται τῶν τοιούτων βρωμάτων ἢ φαρμάκων. [Εἰ δὲ καὶ ἐπί τινος γλυκύτητος οἱ μεθ' Ὅμηρον τιθέασι τὸ δριμύ καθ' ἡδονῆς 3.788 λόγον, ἔχει καὶ τοῦτο ἡ ἄρτι μάχη ὡς χαρτὴ δοκοῦσα καὶ χάρμη οὖσα οὕτω διὰ τὸ ἀτειρὲς τῶν μαχομένων καὶ ἀκάματον καὶ οὕτω πρόθυμον καὶ μὴ ἀηδές.] (ῃ. 697 ς.) Τὸ δὲ «ἀλλήλοισιν ἄντεσθαι» περίφρασίς ἐστι τοῦ συμμῖξαι. (ῃ. 700) Τὸ δὲ «ἀλλ' ὀλέεσθαι», ὅ ἐστιν ἀπολεῖσθαι, διασαφητικόν ἐστι τοῦ οὐκ ἔφασαν ὑποφυγεῖν ἐκ κακοῦ. (ῃ. 701) Τὸ δὲ «ἔλπετο θυμός» ὅμοιόν ἐστι τῷ «ὅδ' ἦν νόος». (ῃ. 703) Ὅτι ἐναντίον πρὸς τὸ ἀφεστάναι μάχης τὸ ἐφεστάναι, ἤγουν κατ' ἐχθρῶν ἑστάναι, ὡς δηλοῖ τὸ «οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισι». (ῃ. 704-6) Ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐπιλεξάμενος ἀπροστάτευτον νῆα τὴν τοῦ πάλαι ποτὲ οἰχομένου Πρωτεσιλάου, ὡς ἡ Βοιωτία δηλοῖ, ἄγει κατ' αὐτῆς τὸν Ἕκτορα, ἵνα μή τινα τῶν ζώντων ἀρχηγῶν αἰσχύνῃ ἀνδραγαθήσαντος Ἕκτορος κατ' αὐτοῦ, καί φησιν «Ἕκτωρ δὲ πρύμνης νεὼς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν εἰς Τροίην οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν». Τοῦτο δὲ οἰκτιζόμενος λέγει. διὸ καὶ καλὴν τὴν τοῦ Πρωτεσιλάου νῆά φησι, σεμνύνας αὐτὴν καὶ διὰ τοῦ εἰπεῖν ὠκύαλον, καὶ ἐμφήνας τοῖς τοιούτοις ἐπαίνοις εἰκότως τὸν Ἕκτορα φιλοτιμήσασθαι οὕτω καλὴν ἀχρειῶσαι νῆα. (ῃ. 707-8) Εἶτα ἐπάγει «τοῦ περ δὴ περὶ νηός», ἤγουν τῆς τοῦ Πρωτεσιλάου, «Ἀχαιοί τε Τρῶές τε δῄουν», ἤγουν συνέκοπτον, «ἀλλήλους, αὐτοσχεδόν». (ῃ. 708-11) Εἶτα ἑρμηνεύων τὸ «αὐτοσχεδόν» ἐπάγει «οὐδ' ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδέ τ' ἀκόντων, ἀλλ' οἵ γ' ἐγγύθεν», καί, ὡς ἔφη, αὐτοσχεδόν, «ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο», καινὴν ταύτην μάχην πρέπουσαν τῷ τῆς ναυμαχίας καιρῷ. (ῃ. 712-5) Ἔτι δέ φησι «καὶ ξίφεσι μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα, ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα», ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ λεχθὲν κεῖται. Καὶ ὅρα τὴν φράσιν τῆς κινδυνώδους ἀκμαίας μάχης, ἣν οὐκ ἂν φράσαιεν κάλλιον οὐδ' εἰ πάντες ῥήτορες εἰς ἓν συνελθόντες μελετήσαιεν. (ῃ. 704) Ἰστέον δὲ ὅτι ἐν τῷ «πρύμνης νεώς» τινὰ τῶν παλαιῶν ἀντιγράφων διὰ τοῦ ˉο μικροῦ γράφουσι τὸ νεός. τοῦτο δὲ καὶ ἐν Ὀδυσσείᾳ γίνεται. ἡ δὲ αἰτία οὐ σαφής, εἰ μὴ ἄρα εἴποι τις προϋποκεῖσθαι ἐκ τοῦ νέω, τὸ κολυμβῶ, εὐθεῖαν ἄρρητον τὸ νεύς, ἧς Ἰωνικὴ γενικὴ νεῦς νεός. [Ἰστέον δὲ ὡς εἰ καὶ διὰ τοῦ ˉω μεγάλου ἐν τοῖς ἀντιγράφοις ἐφέρετο, εἶχεν ἂν θεραπείαν τὸ μέτρον σπονδειακὴν διὰ συνιζήσεως.] (ῃ. 709) Τὸ δὲ «ἀϊκάς» ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς ˉκˉη θηλυκὰ 3.789 ὑπὲρ δύο συλλαβάς, τῷ ˉι παραληγόμενα, βαρύνεται, ἑλίκη, μυρίκη, Φοινίκη, τὸ ἀϊκή ὠξυτονήθη παρὰ τὸ ἀΐσσω, ὡς φυλάσσω φυλακή. ὅθεν τόξων ἀϊκάς φησιν, ὅ ἐστι τοξευμάτων. ἔστι δὲ καὶ ἄλλη εὐθεῖα ἡ ἄϊξ, ὅθεν πολυάϊκος πολέμοιο καὶ κορυθάϊξ. Τὸ δὲ «ἀμφὶς μένον» ἀντὶ τοῦ ἰδίᾳ καὶ παρεκτός. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἀμφοτέρωθεν. Οἱ δὲ ἄκοντες, ὡς ἐνταῦθα φαίνεται, διαφέρουσι τῶν ἐγχέων. διὸ καὶ ἄκοντας ἀφέντες Ἀχαιοὶ μεταλαμβάνουσιν ἔγχεα, μείζω δηλαδὴ ὄντα καὶ ἰσχυρότερα. (ῃ. 711) Οὕτω δὲ καὶ πέλεκυς πρὸς ἀξίνην διάφορος, ὡς δηλοῖ τὸ «πελέκεσσι καὶ ἀξίνῃσιν». Ἀμφίγυα δέ, εἰ καὶ ἄλλως προερρέθη, καὶ τὰ τῆς ναυμαχίας ἔγχη, ἵνα εἴπερ ἡ αἰχμὴ κολουσθῇ, ὅπερ ἔπαθεν ἡ τοῦ Αἴαντος, βλάπτωσι τῷ στύρακι. στυρακωτὰ γὰρ τὰ ἀμφίγυα, ὡς ἤδη δέδεικται. Ὅρα δὲ καὶ τὰ προμνημονευθέντα συνεχῆ ἑπτὰ πάρισα, τὸ ὀξέσι, τὸ πελέκεσσι, τὸ ἀξίνησι, ὃ καὶ ἐκτείνει τὸ τῆς προπαραληγούσης δίχρονον, τὸ ξίφεσι, τὸ μεγάλοισι, καὶ τὸ ἀμφιγύοισιν. ὁμοίως καὶ τὰ ἐφεξῆς ἑτεροῖα ἑπτά, τὸ πολλά, τὸ φάσγανα, τὸ καλά, τὸ μελάνδετα, τὸ κωπήεντα, καὶ τὸ ἄλλα, δὶς αὐτὸ λεχθέν. (ῃ. 713) Μελάνδετα δὲ ἢ τὰ σιδηρόδετα-μέλας γὰρ κατ' ἐπικράτειαν ἐπιθετικὴν ὁ σίδηρος-ἢ τὰ ἐνδεδεμένα ἐπιμελῶς κατὰ τὴν λαβήν, ἢ τὰ ἔχοντα μελαίνας λαβάς, ταὐτὸν δὲ εἰπεῖν, κώπας. ὧν ἐκ μὲν τῆς κώπης κωπῆεν ξίφος, ἐκ δὲ τῆς λαβῆς