262
ἀξιόλογον ὑφ' ἑαυτῷ καὶ πρότερον βασιλεῖ τῷ Καντακουζηνῷ ἐς τὰ μάλιστα φίλος ὢν, δι' αὐτοῦ γὰρ καὶ Ἀνδρονίκῳ προσῆλθε τῷ βασιλεῖ, πέμψας καὶ αὐτὸς, ὅτι τε αἱροῖτο ἐδήλου τὰ ἐκείνου, καὶ παρῄνει καὶ αὐτὸς πρὸς τὴν ἑσπέραν μᾶλλον τρέπεσθαι, ὡς οὐ φαύλης τινὸς αὐτόθεν ἐσομένης ὠφελείας. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἔαρος ὥρα ἤδη ἦν, ἐκκλη 2.194 σίαν συναγαγὼν ἐκ τῶν συνόντων, πρὸς ὅ,τι χρὴ τρέπεσθαι ἐσκέπτοντο. ὅσοι μὲν οὖν ἐκ Βυζαντίου ἦσαν, τὴν εἰς Βυζάντιον μᾶλλον συνεβούλευον αἱρεῖσθαι εἰσβολὴν, ὡς ἢν κρατήσωσιν ἐκείνου, εἶναι δὲ οὐκ ἀγεννεῖς ἐλπίδας, πολλῶν ἐκεῖ τὰ βασιλέως ᾑρημένων, μεγάλων ἀπαλλαξόμενοι καὶ πόνων καὶ κινδύνων. οἱ δ' ἑσπέριοι τοῖς ἐκ τῆς ἑσπέρας προσέχειν ᾤοντο μᾶλλον πράγμασι δεῖν, ὡς οὐκ ἐκπεπολεμωμένοις βασιλεῖ, ἀλλὰ προσχωρήσουσι διὰ τὴν εὔνοιαν ῥᾳδίως. τὰ δ' ἐν Βυζαντίῳ μεγάλης δεῖσθαι τῆς παρασκευῆς, πολλῶν ὄντων ἐκεῖ τῶν πολεμιωτάτων βασιλεῖ καὶ τοὺς ἄλλους ἐναγόντων πρὸς τὸν πόλεμον. οἷς δεῖ ἐπιστρατεύειν ἐπανήκοντας ἐκ τῆς ἑσπέρας καὶ μεγάλην ἐκεῖθεν περιβεβλημένους δύναμιν. τὸ μέντοι μισθοφορικὸν τῆς στρατιᾶς καὶ ὅσοι τῶν βασιλέως ἦσαν οἰκετῶν, διεφέροντο πρὸς οὐδὲν, ἀλλ' ἕτοιμοι ἦσαν πρὸς ὅ,τι ἂν βασιλεῖ δοκῇ λυσιτελεῖν τρεψόμενοι καὶ αὐτοί. βασιλεὺς δὲ οὐκ ἔφασκε δεῖν τοὺς ἐκ τῆς ἑσπέρας καλοῦντας ὄντας τηλικούτους περιορᾷν. καὶ μὴ καλούντων γὰρ, εἰ μόνον ἐλπίς τις ὑπεφαίνετο βεβαία τοῦ προσάξασθαι αὐτοὺς ἐκεῖ παραγενομένους, ἦμεν ἂν οὐδεμιᾶς ἀπηλλαγμένοι μέμψεως, εἰ τοιαύτην δύναμιν προείμεθα ἑκόντες· νυνὶ δὲ, καλούντων τε αὐτῶν καὶ βεβαίαν τῶν ἐκεῖ πραγμάτων παρεχόντων τὴν παράληψιν, οὔτε λυσιτελὲς, οὔτε σῶφρον παριδεῖν· ἀλλὰ δέον καὶ τὴν ἐκείνων προσλαβόντας δύναμιν, οὕτω χωρεῖν ἐπὶ τοὺς ἄλλους. δέος 2.195 γὰρ, μὴ καὶ ταύτης ἀμελήσαντες, ἀντὶ συμμάχου καὶ φίλης πολεμίαν πρὸς τοῖς ἄλλοις ἕξομεν.» οὕτως εἰπόντος βασιλέως, καὶ οἱ ἄλλοι ἐπεψηφίζοντο, οἱ μὲν ἑκόντες, οἱ δ' ἀνάγκῃ. λβʹ. Πρὸς μὲν οὖν ∆ιδυμοτείχῳ βασιλίδα τὴν γυναῖκα κατέλιπεν ὁ βασιλεὺς ἅμα θυγατράσι τρισὶ καὶ δουκὶ Νικηφόρῳ τῷ δεσπότου παιδὶ, ᾧ Μαρίαν συνῴκησε τὴν θυγατέρα, ἀδυνάτως ἔχοντι στρατεύεσθαι διὰ τὴν ἡλικίαν, ἔτι γὰρ παρήμειβε τὴν παιδικὴν, στρατιάν τε ἱππικὴν, ὅσην ᾤετο ἀρκέσειν πρὸς τὰς ἐκ τῶν ἄλλων πόλεων καὶ Βυζαντίου ἐφόδους ἐσομένας. πρὸς γὰρ τοῖς ὕστερον ὀλίγῳ ἐπιγενομένοις χίλιοι ἦσαν. ὧν ἦρχον Μανουὴλ ὁ Ταρχανειώτης καὶ ὁ Φακρασὴς Γεώργιος καὶ τρίτος ὁ τῆς αὐλῆς πριμμικήριος Παλαιολόγος ὁ Ἰωάννης, καὶ ὁ Γλαβᾶς Γεώργιος σὺν τούτοις. ἐπὶ δὲ τῆς ἔξω ∆ιδυμοτείχου συνοικίας οὔσης πολλῆς, ἑτέρους ἐπέστησεν ἄρχοντας ὀκτὼ, ὧν ἦρχεν ἕκαστος χιλίων τοξοτῶν. στρατηγὸν δὲ ἐπὶ πᾶσι τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην κατέλιπε τὸν Μανουήλ. πόλεων δὲ τῶν κατὰ τὴν Θρᾴκην ἁπασῶν οὐδεμία αὐτῷ προσεῖχεν, ἀλλὰ πᾶσαι πρὸς βασιλίδα συναπέστησαν, πλὴν τοῦ Ἐμπυθίου φρουρίου, ὃ αὐτῷ, περιόντος ἔτι βασιλέως, ᾠκοδόμητο αὐταῖς κρηπῖσιν. αὐτὸς δὲ τούς τε υἱοὺς ἔχων Ματθαῖον καὶ Μανουὴλ καὶ τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην, ἔτι τε Ἄγγελον Πιγκέρνην τὸνἀνεψιὸν, καὶ τῶν εὐγενῶν καὶ καθ' αἷμα προσηκόντων οὐκ 2.196 ὀλίγους, τὴν στρατιὰν πολλὴν καὶ ἀγαθὴν οὖσαν παραλαβὼν, ἐξῆλθε ∆ιδυμοτείχου πέμπτῃ Μαρτίου ἱσταμένου τῆς δεκάτης ἰνδικτιῶνος. προὔπεμπέ τε ἑαυτοῦ Κωνσταντῖνον τὸν Παλαιολόγον, τὸν δεσπότου Μιχαὴλ τοῦ δουκὸς υἱὸν, ὡς δι' αὐτοῦ τῶν δοκούντων λυσιτελεῖν τινα προπαρασκευασόμενος. ὁ δ' αὐτίκα πρὸς Συργὴν ἀφίστατο ἐν Φεραῖς, εἴτε περὶ τῆς οἰκίας δείσας, Φεραίοις γὰρ συνῴκει, εἴτε καὶ οἰωνισάμενος ἐκ τῆς τῶν πόλεων ἀποστασίας, ὡς οὐ κατὰ ῥοῦν βασιλέως Καντακουζηνοῦ τὰ πράγματα χωρήσει. βασιλεὺς δὲ, καίτοι τῶν πραττομένων οὐ πάνυ χρηστὰς ἐλπίδας παρεχόντων, τὴν στρατιὰν ἔχων ἐστρατοπέδευσεν ἐν Βήρᾳ. ἀφθονίαν δὲ ἐκεῖ τοῖς ἵπποις τοῦ τόπου παρέχοντος τροφῆς, οὔπω γὰρ ἦν ἀπολαύειν ἀφθόνου πανταχοῦ διὰ τὴν ὥραν, ἄρτι ἀρχομένου ἔαρος, παρέμεινεν ἡμέρας οὐ