262
δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ' εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ῳ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ' οὐκ ἐν ταῖς συμφοραῖς κατ' εθος αἱμάττεσθαι. ἐκ μὲν ουν τούτων ἀγαθόν τι σφᾶς επειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, οτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ωστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. ̔Ο μὲν ουν Μάνιος ουτω τὰ τῶν σημείων ἡρμήνευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς αλλοις τοῖς μετ' αὐτῶν ἀντικαταστῆναι υπατοι αἱρεθέντες ἐπέμφθησαν ο τε ̔Ροῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ ∆έκιος ὁ Πούπλιος. οι πρὸς τὴν Τυρσηνίδα 2.171 σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ ̓Αππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς οπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον ουν τοῖς πολεμίοις· κἀν τούτῳ λύκος ελαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς ̔Ρωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν ̔Ρωμύλον, καθάπερ ἱστόρηται· ἡ δ' ελαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων ουν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ' αὐτὸν ἐνίκησεν, ηττητο δέ γε ὁ ∆έκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, ην διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. αρτι δὲ εσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι' αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ ∆εκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ' ἑξῆς ετει αυθις τοῖς Σαυνίταις ἐπολέμησεν ̓Ατίλιος ̔Ρήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως ἐμάχοντο· ειτα κρατησάντων τῶν Σαυνιτῶν αυθις οἱ ̔Ρωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ ουτως ἀφῆκαν. 2.172 Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ωρμησαν, ὡς η κρατήσοντες η παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οικοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ' υπατοι ερημον ον στρατιωτῶν τὸ Σαύνιον ἐπόρθουν καὶ πόλεις ειλόν τινας. οθεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπάτων συμμίξαντες εκ τινος ηττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς επταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ῳ ἐπεβοήθουν. ὁ δὲ υπατος τά τε ἐπινίκια επεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ' ετερος υπατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι' ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ' αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ' εἰσήνεγκεν εἰς τοὺς θησαυρούς. Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν ̔Ρωμαίων διά τε τὴν νόσον καὶ οτι τοὺς ὑπάτους οὐ κατ' ἀρετὴν ῃρηντο, ὡς μὴ πολέμων οντων, παρεκίνησαν. μαθόντες ουν τοῦθ' οἱ ̔Ρωμαῖοι, ̓Ιουνίῳ μὲν Βρούτῳ τὸν Καρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν ̔Ροῦλλον τὸν Μάξιμον ὑποστρατήγους η πρεσβευτὰς συνεξέπεμψαν. ὁ μὲν ουν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν αλλων Τυρσηνῶν ἐληίζετο, Φάβιος δὲ τῆς ̔Ρώμης πρὸ τοῦ πατρὸς