262
Κεκλαυμένην. ἀντὶ τοῦ κεκλαυκυῖαν. εστι δὲ ποιητικόν. Κέκληκα. ἐκ τοῦ καλῶ, καλέσω, κεκάληκα, καὶ κατὰ συγκοπὴν κέκληκα. ἐξ ου καὶ τὸ κεκληγὼς τροπῇ τοῦ ˉκ εἰς ˉγ. Κεκλίαται. ̓Ιστέον, οτι οἱ καθαριεύοντες παρακείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν. καὶ εἰ μὲν μακρᾷ παραλήγει, ταύτην συστέλλει. καὶ ουτως τὸ ̓Ιωνικὸν ποιοῦσιν. οιον ἐρύω, ερυται, ἐρύαται. ουτως καὶ ἀπὸ τοῦ κλείω κέκλειται, κεκλίαται, κατὰ συστολὴν τῆς ˉεˉι διφθόγγου. οιον· αι ἁλὶ κεκλίαται. Κεκλόμενοι. παρακελευόμενοι. ἀπὸ τοῦ κέλλω κελλόμενοι, καὶ πλεονασμῷ τοῦ κ κεκλόμενοι. ἀλλήλοισί τε κεκλόμενοι-. Κέκλυθι καὶ κέκραθι. οἱ πλεῖστοι, ὡς καὶ ἡ χρῆσις μαρτυρεῖ, παρακείμενοι εἰσί. τοῦ δὲ παρακειμένου τὰ προστακτικὰ ποτὲ μὲν εἰς ε λήγουσιν, οιον τέτυφε, ποτὲ δὲ εἰς θι, οιον τέτυφθι. ουτως ουν καὶ κέκλυθι. τὸ δὲ ˉκˉλˉυ μακρόν ἐστι. Κεκορυθμένα. καθωπλισμένα, ἠκονημένα. ἀπὸ τοῦ κόρυθος, κορυθῶ, κεκορυθημένα καὶ κεκοkappa.1199 ρυθμένα. η ἀπὸ τοῦ κορύσσω, τὸ καθοπλίζω. οιον τῷ σιδήρῳ ἠμφιεσμένα. ἀπὸ τοῦ τὴν κορυφὴν θήγειν καὶ ἀκονᾷν εἰς ὀξύτητα. Κέκλω. εἰ παρὰ τὸ κέλλω λάβοιμεν, πλεονασμός ἐστι τοῦ κ· εἰ δὲ παρὰ τὸ καλῶ, κλῶ, οὐ πλεονασμὸς, ἀλλὰ διπλασιασμός. Κέκμηκα. ἐκοπίασα. ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα, κέκμηκα ἐν συγκοπῇ. Κελαρύζειν. κυρίως ἐπὶ τῶν ὑδάτων. τὸ μετὰ ποιοῦ ηχου ῥεῖν καὶ ψόφου. σημαίνει δὲ τὸ ἁπλῶς ἠχεῖν. γίνεται παρὰ τὸ κρῶ, τὸ φωνῶ, ου παράγωγον κρύζω, καὶ μετὰ τοῦ ˉλˉα ἐπιτατικοῦ μορίου, καὶ πλεονασμῷ τοῦ ˉε, κελαρύζω. ἐκ τούτου γίνεται καθ' ὑπέρβασιν. ἀφ' ου ῥηματικὸν ονομα λακέρυζα κορώνη. Κέλεαι. κέλλω, ὁ παθητικὸς ἐνεστὼς κέλομαι, καὶ τὸ δεύτερον ̓Ιωνικὸν κέλεαι. Κελητίζειν. τουτέστι διεσκελισμένως καθῆσθαι. τούτου ἡ γενικὴ κέλητος καὶ ἐξ αὐτοῦ ῥῆμα κελητῶ, κελητίζω, κατὰ παραγωγὴν, ἀντὶ τοῦ ἱππεύω. Κελευτίω. κελεύω. ὡς κυνηγέτης κυνηγῶ, ουτω κελευτὴς κελευτῶ. παράγωγον κελευτιόω, ὡς φυσῶ, φυσιόω. ενιοι δὲ διὰ τοῦ ˉς, κελευσιόων. κελευσιόων τοὺς Ελληνας, ἀντὶ τοῦ ὁδηγῶν. kappa.1200 Κένσαι. ἀπὸ τοῦ κέντω, κένσω. δύναται δὲ καὶ ἀπὸ τοῦ κεντῶ, κεντήσω, καὶ ἐν συγκοπῇ κένσω. ἐκέντησα, κεντῆσαι, καὶ ἐν συγκοπῇ κένσαι. εστιν ἀόριστος αʹ καὶ μέλλων. Κεραννύσ. ἀπὸ τοῦ κερῶ κεραννύω, κεράννυμι, καὶ ἡ μετοχὴ κεραννὺς, διὰ δύο νν. τὰ ἀπὸ τῶν εἰς υω περισπωμένων διὰ νύω γινόμενα, διὰ δύο νν γράφεται, οιον χῶ χωννύω, ῥῶ ῥωννύω. Κέρσαι. κόψαι. κείρω τὸ κόπτω, καὶ αἰολικῶς κέρσω. Κερτομέων. ἀντὶ τοῦ ἐρεθίζων. καί· -κερτομίοις ἐπέεσσιν. ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς· ἀπατηλοῖς. Κεύθομαι. ἐνταῦθα εἰς ᾳδου τὴν κέλευθον, ο ἐστι τὴν ὁδὸν, ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι. οιον· -αϊδι κεύθομαι. καὶ ἀντὶ τοῦ κρύπτομαι. κεύθω γὰρ τὸ κρύπτω. Κεχανδότα. χωροῦντα. χάζω, χάσω, κέχαδα, κεχαδὼς, κεχαδότος, κεχαδότα, καὶ πλεονασμῷ τοῦ ν κεχανδότα, ὁ δεύτερος ἀόριστος εχαδον, εχαδες, εχαδε. kappa.1201 Κεχαρηότα. ἀπὸ τοῦ χαίρω γέγονεν, ου ὁ παρακείμενος κεχάρηκα, ἡ μετοχὴ κεχαρηκὼς, κεχαρηκότος, καὶ κατὰ ἀφαίρεσιν ̓Ιωνικὴν κεχαρηότος, κεχαρηότα. -ἐμῷ κεχαρηότα θυμῷ. Κεχαροίατο. χαίρω, χαρῶ, ὁ δεύτερος ἀόριστος εχαρον, ἐχαροίμην, ἐχάροιο, ἐχάροιτο, καὶ πλεονασμῷ τοῦ κ, κεχάροιτο, καὶ ἰωνικῶς κεχαροίατο. Κεχολώσεται. ἀπὸ τοῦ χολῶ, χολώσω, κεχόλωκα, κεχόλωμαι, κεχόλωσαι, ὁ μετ' ὀλίγον μέλλων κεχολώσεται. διαφέρει δὲ ὁ μέλλων τοῦ μετ' ὀλίγον μέλλοντος, οτι ὁ μὲν μέλλων ἀοριστός ἐστιν, ὁ δὲ μετ' ὀλίγον μέλλων ὡρισμένος. Κεχρημάτισται. ἀκήκοεν· ειδε. καὶ ὁ ̓Απόστολος· καθὼς κεχρημάτισται Μωυσῆς. Κενωθῇ. οιον βλάβην καὶ ἐλάττωσιν ὑπομένει. ἀποστολικὴ ἡ λέξις. ινα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Κεάσαι. σχίσαι. Κεῖθεν. ἀντὶ τοῦ ἐκεῖθεν. ἐκ τοῦ ἐκεῖνος ἐκείνοθεν, καὶ κατὰ συγκοπὴν ἐκεῖθεν καὶ κεῖθεν. η ἐκ τοῦ κεῖνος κεινόθεν, ὡς Λέσβος Λεσβόkappa.1202 θεν. οὐδὲν εἰς θεν λῆγον ἐπίῤῥημα τῇ ει διφθόγγῳ λήγεται χωρὶς τούτου. Κεῖθι. ἐκ τοῦ ἐκείνοθι, η κεινόθι. καὶ ἐκ τοῦ ἐκεῖσε, κεῖσε. Τὸ