262
θεότητα προσκυνῶ, ὥς φασί τινες (τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς, ἄπαγε)· ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς· μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς θεὸς λόγος. προσκυνῶν δὲ αὐτὸν Χριστὸν δῆλον ὅτι συμπροσεκύνησα τὸν πατέρα ὁμοῦ καὶ τὸ πνεῦμα. ὥστε ἐπὶ τῆς εἰκόνος σχετικὴ εἰκότως ἂν νοοῖτο καὶ λέγοιτο, ἐπ' αὐτοῦ δὲ Χριστοῦ λατρευτική, ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος. 429 {1Ἐπιστολὴ ἐκ προσώπου πάντων τῶν ἡγουμένων πρὸς Μιχαὴλ βασιλέα}1 Ἡμεῖς, οἱ ἐπὶ τὸ αὐτὸ συνεληλυθότες κατὰ κέλευσιν τῆς θεοστέπτου ὑμῶν βασιλείας ἐλάχιστοι ἐπίσκοποί τε καὶ ἡγούμενοι, πρώτην φωνὴν ταύτην φθεγγόμεθα ἐπὶ τοῦ θεοπροβλήτου ὑμῶν κράτους εὐχαριστήριόν τε καὶ αἰνετήριον, ὅτι ἀνεκλήθημεν οἱ ἀπωσμένοι, ὅτι ἠλεήθημεν οἱ τεταλαιπωρημένοι, ὅτι ἀνεψύξαμεν οἱ ἐκλελοιπότες ἀπὸ χειμῶνος εἰς ἔαρ, ἀπὸ ζάλης εἰς γαλήνην, ἀπὸ ἀθυμίας εἰς εὐθυμίαν, ξένα τινὰ καὶ παράδοξα ἑωρακότες· τοιαύτη γὰρ ἡ δικαία ὑμῶν βασιλεία χαρμόσυνος, εὐφρόσυνος, πολύευκτος, εἰρήναρχος, φιλοδίκαιος, πολλαῖς ἑτέραις προσηγορίαις ἀξιώνυμος, μιμήσει Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὰ διεστῶτα συνάπτουσα, τὰ νενοσηκότα ὑγιάζουσα, τὰ λυπηρὰ χαροποιοῦσα, ἐξαίρετός τις οὖσα βασιλεία καὶ τῶν πάλαι μακαριζομένων ἰσόρροπος· ἣν ἀποσεμνύνειν τοῖς ἐγκωμίοις οὐκ ἂν εὐμαρῶς γλῶσσα ἀνθρώπου ἐξαρκέσειεν. Ἀλλ' ἐπειδὴ ταῦτα οὕτως, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν οἱ ἀνάξιοι καὶ αὐτῆς τῆς ἱερᾶς ὑμῶν θέας ἀξιωθῆναι καὶ φωνῆς ἡδίστης ἀκοῦσαι τοῦ παντίμου καὶ θεοσόφου στόματος ὑμῶν, ὡς ἄν, ἅπερ ὠσὶν ἀκούομεν, ταῦτα κατ' ὀφθαλμοὺς θεασάμενοι σκιρτήσοιμεν τῷ πνεύματι, ὥσπερ τι ἔνδυμα πενθικὸν τὴν κατήφειαν μετενδιδυσκό μενοι εὐφροσύνης ἀγαλλιάματι. ἐπειδὴ δὲ ὁ δεύτερος λόγος περὶ τῆς εἰλικρινοῦς τε καὶ ἀμωμήτου ἡμῶν τῶν χριστιανῶν ἐστι πίστεως, ἐκεῖνο μετὰ αἰδοῦς τολμῶμεν ἀνενέγκαι, ὡς, εἰ μὲν ἀνθρώπινόν τι ἦν τὸ λεγόμενον καὶ ἢ πρὸς τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιερέως ἢ παρ' ἡμῶν τῶν ἀναξίων ἐξουσιαζόμενον, οὔ τί που τὸ μικρόν, ἀλλὰ γὰρ καὶ τὸ πᾶν παραχωρεῖν ἔδει, οὕτω τῆς ἐντολῆς κελευούσης. ἐπεὶ δὲ περὶ θεοῦ καὶ εἰς θεὸν ὁ λόγος, οὗ δοῦλα τὰ σύμπαντα, οὐχ ὁ τίσδε ἢ τίσδε, ἀλλ' οὐδ' εἰ Πέτρος καὶ Παῦλος οὐδ' ἄν τις τῶν ἀγγέλων εἴη, τολμήσειεν ἂν κἂν τὸ βραχύτατον παρακινῆσαι, ὡς διὰ τούτου τοῦ παντὸς εὐαγγελίου ἀνατρεπομένου· πρός τε τὸ συνᾶραι λόγον ἀντιρρητικὸν μετὰ τῶν ἑτεροδόξων, ἐναντιούμενον τῇ ἀποστολικῇ παραγγελίᾳ, οὐ καθῆκον, εἰ μή τι πρὸς νουθεσίαν μόνον. καὶ διὰ τοῦτο οἱ ἀνάξιοι δοῦλοι τοῦ εὐσεβοῦς ὑμῶν κράτους καὶ γρύξαι μόνον οὐ κατατολμῶμεν. εἰ δέ τι ἀμφιβαλλόμενον ἢ ἀπιστούμενον τῇ θείᾳ ὑμῶν μεγαλονοίᾳ διαλύεσθαι ὑπὸ τοῦ ἀρχιερέως εὐσεβῶς, ἡ μεγάλη καὶ θεοστήρικτος αὐτῆς χείρ, ὡς ζηλοτυποῦσα τὰ θεῖα ἐπ' ὠφελείᾳ τοῦ παντός, κελευσάτω παρὰ τῆς πρεσβυτέρας Ῥώμης δέξασθαι τὴν διασάφησιν ὡς ἄνωθέν τε καὶ ἐξ ἀρχῆς πατροπαραδότως ἐξεδόθη· αὕτη γάρ, χριστομίμητε βασιλεῦ, ἡ κορυφαιοτάτη τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἧς Πέτρος πρωτόθρονος, πρὸς ὃν ὁ Κύριός φησιν· σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτο ἡμῖν τὸ αἴτημα τῶν ἀναξίων δούλων σου, αὕτη σὺν θεῷ ἡ παράκλησις τῶν τεταπεινωμένων. ἡ κραταιὰ χεὶρ τοῦ θεοῦ σῴζοι σε, τὸν κοσμοπόθητον καὶ θεοφιλῆ, τὸν βασιλέα τῶν χριστιανῶν, ἐν πολλοῖς χρόνοις διατεινόμενον καὶ εἰς παῖδας παίδων τὸ κράτος ἀμείβοντα ἐν εὐημερίαις τε καὶ νίκαις ἐχθρῶν τε καὶ πολεμίων. γένοιτο, γένοιτο. τ430-506 {1ΑΡΧΗ ΒΙΒΛΙΟΥ Γʹ 430 Ἐπισκόποις διὰ Κύριον πεφυγαδευμένοισ}1 Ἄρτι ἀκουτισθεὶς ὁ ταπεινὸς τὰ περὶ τῆς μακαριότητος ὑμῶν, ὦ τριπόθητοι πατέρες, λίαν ἥσθην καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν. ὅτι δὲ οὐκ ἠξιώθην ἰδεῖν ὑμᾶς καὶ ἀπολαῦσαι τῶν ἐν ὑμῖν χαρισμάτων, καὶ πάνυ ἠνιάθην·