πέσῃκαμοῦσα. καὶ τοίνυν εἵπετο συντυχὼν ταύτῃ πορευομένῃ. ἡ δὲ ἀνεκλίθη ἔνθααἱ Θῆβαι αὗται. Τῷ δὲ Γεωγράφῳ ἐντυχών τις τάδε εἴσεται. Ὑποθήβας τινὲςπολείδιόν τί φασιν, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶνἘπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωϊκοῦ πολέμου· οἱ δὲ μετασχεῖνμὲν λέγουσιν, οἰκεῖν δὲ ἐν τοῖς ἐπιπέδοις χωρίοις ἀδυνατοῦντας κτίσαι τὴν Καδμείαν, ὅ ἐστιν αὐτὰς τὰς Θήβας. ὅθεν ὑπὸ Θήβας εἰπεῖν τὸν ποιητήν,ἤγουν ὑπὸ τῇ Καδμείᾳ, οἰκεῖν τοὺς τότε Θηβαίους. Καὶ ὅρα τὸ ὑπὸ Θήβαςἤγουν ὑπὸ τῇ Καδμείᾳ. διχῶς γὰρ συνέταξεν ὁ ῥήτωρ τὴν ὑπό πρόθεσιν,ἤγουν μετὰ αἰτιατικῆς καὶ δοτικῆς. πολλαχοῦ δὲ οὕτω γίνεται. καὶ σημείωσαι,ὅτι οὐ μόνον ὑφὲν ἀναγνωστέον τὰς Ὑποθήβας, ἀλλὰ καὶ ἐν δυσὶ μέρεσι λόγου,ἵνα ᾖ ὑπὸ τὰς Θήβας. (ῃ. 506) Ὀγχηστὸς δὲ ἄλσος ἐν τῇ Ἁλιαρτίων χώρᾳ ἱδρυθὲν ὑπὸ Ὀγχηστοῦ, παιδὸς Βοιωτοῦ, ὅς, φασίν, ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν. ἔστι δὲ καὶ πόλις μεγάλη κατά τινας. καὶ ποταμὸςδὲ ὁμώνυμος ταύτῃ Θετταλικός, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἱέρωται δὲ Ποσειδῶνι τὸ ῥηθὲν ἄλσος· διὸ καὶ «ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος» ὁ ποιητὴςαὐτὸ καλεῖ. περὶ δὲ τῆς λέξεως τοῦ Ποσειδηΐου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦεἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ζητητέον δέ, εἰ τὸ ταύτης ἁπλοῦν ἢπροπαροξύνεται, ἵνα ᾖ, ὥσπερ Ἡράκλειον καὶ Ἀπολλώνειον, οὕτω καὶΠοσείδειον, ἢ προπερισπᾶται, λεγόμενον Ποσειδεῖον κατὰ τὸ Θησεῖον καὶἸσεῖον καὶ Ἀσκληπιεῖον καὶ τὰ τοιαῦτα. ὁ δὲ Στράβων φησὶ καὶ ταῦτα· «Ὀγχηστὸς ἐν ὕψει κείμενος, ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, ψιλὸν καὶ αὐτό,οἱ δὲ ποιηταὶ κοσμοῦσιν ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά». καὶ φέρει 1.414 Πινδάρου χρῆσιν εἰς τοῦτο. συνήγετο δέ, φησί, τὸ Ἀμφικτυονικὸν εἰς Ὀγχηστόν. τί δὲ τὸ Ἀμφικτυονικόν, οὐ νῦν εὔκαιρον εἰπεῖν, ἀλλ' ἢ μόνον εἰς τοσοῦτον,ὅτι σύνταγμά τι ἦν πλήθους ἐκδικοῦν τὰ ἱερά. (ῃ. 507) Ἡ δὲ Ἄρνη ὁμώνυμός ἐστι τῇ ἡρωΐδι. αὐτὴ δὲ ἀπὸ περιουσιασμοῦ ἀρνῶν ἔοικεν ὑπὸ τοῦ πατρὸςἌρνη κληθῆναι, καθὰ καὶ αὐτὴ παῖδα ὑπὸ τῷ Ποσειδῶνι τεκοῦσα Βοιωτὸν ἐκτῶν βοῶν ἐκάλεσε. φησὶ γοῦν Εὐφορίων· «Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ καλέσαντονομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις». ὡς οὖν ὁ υἱὸς αὐτῆς ἐκλήθη Βοιωτὸς ἐκ τῶν βοῶν, οὕτω καὶ αὐτή, ὡς εἰκός, Ἄρνη ἐκ παρωνυμίας ἀρνῶν, ζῴου φιλουμένου τοῖς παλαιοῖς, ἐξ οὗ καὶ τὸ ἄρνυσθαι ἐπὶ ἀντικαταλλαγῆς καὶὁ πολύαρνος Θυέστης. τέσσαρες δὲ Ἄρναι ἀριθμοῦνται τοῖς παλαιοῖς, ἐν αἷςκαὶ Θετταλικὴ ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ἐχρήσθη οὕτως· «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». τὰ δὲ Σχόλια γράφουσι καί, ὅτι Ἄρνη νῦν Χαιρωνείαςκαὶ ὅτι ἦν καὶ Τάρνη τις πόλις Ἀχαΐας. ἡ δὲ παρ' ἑτέροις Λεοντάρνη κώμη καὶαὐτὴ περὶ τὸν Ἑλικῶνα ἢ κρήνη κληθεῖσα οὕτω, διότι Ἀδράστου θύοντος, φασίν, ἐκεῖ λέων τὸν ἄρνα ἥρπασε. τὴν δὲ παρ' Ὁμήρῳ Ἄρνην ταύτην Ζηνόδοτος Ἄσκρην γράφει. οὐ δύναται δέ, φασί, πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γὰρ αὐτὸς Ἡσίοδος λέγων «Ἄσκρη χεῖμα κακή, θέρος ἀργαλέη, οὔποτ' ἐσθλή», ὥστε οὐδὲ πολύκαρπος ἡ τοιαύτη λέγοιτο ἄν, περὶ ἧς, φασίν, Εὔδοξος πολὺ χείρονα Ἡσιόδου εἶπε. τοὺς δὲ γράψαντας Τάρνην ἀντὶ Ἄρνηςαἰτιῶνται οἱ παλαιοί· Λυδῶν γάρ, φασίν, ἡ Τάρνη, ὅθεν ἦν Φαῖστος υἱὸς Βώρου, ὃν ἐν Ἰλιάδι ἀναιρεῖ Ἰδομενεύς. Ἡ δὲ μνημονευθεῖσα Χαιρώνειπλησίον ἦν Ὀρχομενοῦ, περὶ οὗ ῥηθήσεται, ὅπου, φασί, Φίλιππος μεγάλῃμάχῃ νικήσας Ἀθηναίους καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος. φασὶ δὲ καὶ τὴν Ὁμηρικὴν ταύτην Ἄρνην ὑπὸ τῆς Κωπαΐδος λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Μίδεια δὲ οὐ μόνον αὕτη, ἀλλὰ καὶ Ἀργεία, ἡκαὶ πόλις Περσέως, κληθεῖσα οὕτως ἀπὸ Μιδείας, θυγατρὸς Ἀλωέως, λεγομένηκαὶ Μίδεα χωρὶς τοῦ ˉι, ὅθεν καὶ Μιδεᾶτις Ἀλκμήνη. φασὶ δέ, ὅτι ἡ μὲν Βοιωτικὴ Μίδεα λέγεται προπαροξυτόνως, ὡς πρόνοια, ἡ δὲ περὶ Τίρυνθα 1.415 Μιδέα,