τιμωρίαις παραδοὺς ἐξώρισε μὴ πειθομένους παντελῶς μήτε τῇ θωπείᾳ μήτε μὴν τῇ ἀπειλῇ καὶ κακοδοξίᾳ τοῦ φένακος καὶ ἀλάστορος. 804 Γίνονται οὖν ἀπὸ μὲν τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη #22βσμβʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας φκεʹ. Ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἁβραὰμ υκεʹ. Ἀπὸ δὲ τοῦ Ἁβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. Ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ψνζʹ. Ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. Ὁμοῦ ἔτη #22δωπʹ. Ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος τιηʹ. Ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τγʹ. Ὁμοῦ ἔτη #22εφʹ. Ἀπὸ δὲ τοῦ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τοῦ βασιλέως τιηʹ. Ἀπὸ δὲ Κωνσταντίνου μέχρι τοῦ προκειμένου Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. Ὁμοῦ τὰ πάντα ἔτη #22τοεʹ.