263
πολλάς. ἐν ταύταις δὲ τοῦ φρουρίου ἀπεπείρα, εἰ δύναιτο κατασχεῖν ὁμολογίᾳ. βίᾳ γὰρ παραστήσασθαι οὐκ ἤθελε διὰ τὸ μοναχοὺς τὸ φρούριον κατοικεῖν, συνορῶν ὡς, εἰ βίᾳ κρατηθείη, οὐδὲν ἔσται λοιπὸν, ἢ ἀνάστατον γίνεσθαι τὴν μονὴν πολέμου νόμῳ πορθουμένην. οὗ δὴ ἕνεκα οὐδὲ συντόνως ἐπολιόρκει, ἀλλὰ δόκησιν παρεῖχε μόνον, ὡς πρὸς τειχομαχίαν παρασκευαζόμενος. μοναχοὶ δὲ οἱ ἔνδον ὄντες καὶ ὁ ἄλλος ὅμιλος ἐξ ἀγροτῶν συνειλεγμένοι, εἴτε διὰ τὴν ἀποστασίαν δεδοικότες, τὴν γὰρ βασιλέως πρότερον φρουρὰν καὶ τὸν ἄρχοντα, ὃν ἐπέστησεν αὐτοῖς, ἀπάτῃ κατασχόντες δεσμώτας 2.197 ἔπεμψαν εἰς βασιλίδα, εἴτε καὶ τρόπῳ δή τινι ἑτέρῳ, ἠμύνοντό τε καρτερώτατα ἀπὸ τῶν τειχῶν ὀχυρωτάτων ὄντων ἐκ κατασκευῆς, καὶ οὐδ' ἄκροις ὠσὶ προσίεντο τοὺς περὶ συμβάσεως λόγους. ἐν τούτῳ δὲ καὶ ὁ Βατάτζης Ἰωάννης ἐκ Βυζαντίου νυκτὸς διαλαθὼν, οὐ γὰρ ἀσφαλῶς τὸ φρούριον ἐπολιορκεῖτο διὰ τὴν εἰρημένην αἰτίαν, ἅμα ὀλίγοις στρατιώταις εἰσελθὼν, περιεποίησέ τε τὸ φρούριον βασιλίδι καὶ βασιλεῖ τῷ Καντακουζηνῷ τὴν ἐπιχείρησιν ἀνέλπιστον ἐποίει. ἀναστήσας τοίνυν ἐκεῖθεν τὴν στρατιὰν, εἰς τὴν Ἀναστασίου πόλιν, ἣ Περιθεώριον ὑπὸ βασιλέως Ἀνδρονίκου προσηγόρευτο, ἐγένετο. καὶ περιεκάθητο πολιορκῶν ἐν τέσσαρσι καὶ εἴκοσιν ἡμέραις. ἦν γὰρ δὴ καὶ πρὸς Χρέλην καὶ πρωτοστράτορα τὸν Συναδηνὸν ἐν Θεσσαλονίκῃ τοὺς μηνύσοντας τὴν ἐκείνου ἄφιξιν πεπομφὼς, καὶ περιέμενε μαθεῖν, εἰ τὰ ἴσα ὥσπερ καὶ πρότερον περὶ αὐτοῦ διανοοῦνται. Βατάτζης δὲ τούς τε στρατιώτας, οὓς ἐκ Βυζαντίου ἧκεν ἔχων ἐπαγόμενος, καὶ ἐκ τῶν κατὰ τὴν Θρᾴκην καὶ Ῥοδόπην πόλεων οὐκ ὀλίγην στρατιὰν συνειλοχὼς, οὐκ ἀξιόμαχον δὲ ὅμως πρὸς τὴν βασιλέως, ἦν γὰρ δὴ ἐκ βασιλίδος καὶ τῶν ἄλλων τῶν τὰ πράγματα ἀγόντων τὸν πρὸς ἐκεῖνον ἐπιτετραμμένος πόλεμον, ἐφείπετο οὐκ ἐγγύθεν, ἀλλὰ μιᾶς ἡμέρας ὁδὸν διέχων, διὰ πολλῆς ποιούμενος σπουδῆς τὸ μὴ τῇ βασιλέως στρατιᾷ περιτυχεῖν· ᾔδει γὰρ οὐ χωρὶς ζημίας ἀπαλλάξων. Περιθεωρίου δ' ὑπὸ βασιλέως πολιορκουμένου ἀκριβῶς, πᾶσαν μὲν ἐκίνει μηχανὴν, 2.198 ὡς ἅμα τισὶν ὀλίγοις, εἰ δύναιτο, πλείοσι γὰρ οὐκ ἐνῆν διαλαθεῖν, παρελευσόμενος εἰς τὴν πόλιν καὶ φυλάξων. ἤνυε δὲ οὐδὲν, βασιλέως τῆς πολιορκίας συντόνως ἐχομένου καὶ διὰ πάσης ποιουμένου φυλακῆς. μηχανήματά τε γὰρ παντοδαπὰ καὶ κλίμακας πρὸς τὴν τειχομαχίαν παρεσκεύαζε. Βατάτζης δὲ οὐδενὶ τρόπῳ τοῖς πολιορκουμένοις βοηθεῖν δυνάμενος, πρὸς βασιλέα πέμψας τήν τε εὔνοιαν ὡμολόγει τὴν προτέραν, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον, καὶ νῦν εὔνους τέ ἐστιν αὐτῷ καὶ τῶν μάλιστα φιλούντων. ἀνάγκῃ δὲ τὸν πόλεμον ὑπελθεῖν τοῦ μὴ παρὰ τοῖς ἄρχουσι Ῥωμαίων ὑποπτεύεσθαι. οὗ δὴ ἕνεκα καὶ νῦν τὰ δοκοῦντα λυσιτελήσειν συμβουλεύειν. κήδεσθαι γὰρ οὐ Ῥωμαίων μόνον τὰ ἔσχατα ἐκ τοῦ πολέμου πεισομένων, ἀλλὰ καὶ σοῦ διὰ τὴν φιλίαν. ταῦτα δέ ἐστι· τὸν πόλεμον καταθέμενον, σπονδὰς ποιήσασθαι πρὸς βασιλίδα περὶ τῆς εἰρήνης. καὶ εἴγε κατὰ γνώμην αὐτῷ εἴη, αὐτὸν πρὸς βασιλίδα ᾗ τάχιστα δύναιτο ἀπελθόντα διαλέξεσθαι περὶ εἰρήνης. οἴεσθαι δὲ καὶ πείσειν ῥᾷστα, τὴν δύναμιν, ἣν ἔχεις, φανερὰν ποιήσαντα. ἐκείνους γὰρ τῶν λίαν οἰομένους ἀσθενεστάτων προθύμως ὡρμῆσθαι πρὸς τὸν πόλεμον. ὁ μὲν οὖν Βατάτζης τοιαῦτα ἐπρεσβεύετο. βασιλεὺς δὲ ἀσμένως τε ἐδέξατο τοὺς λόγους καὶ πρός τινα ἐκέλευε τόπον συνελθεῖν αὐτῷ, ἐν ᾧ περὶ τοῦ ᾗ χρὴ γενέσθαι τὴν εἰρήνην διαλέξονται· μηδέν τε μελλήσας, πρὸς τὸν συντεθειμένον ἦλθε τόπον τὸν Βατάτζην περιμένων. ὁ δ' εἴτ' 2.199 αὐτὸς ὑφ' ἑαυτοῦ, εἴθ' ἑτέρου συμβουλεύοντος πεισθεὶς, εἰς τὴν ὑστεραίαν ἀνεβάλλετο, τῆς μὲν εἰρήνης ὑμῶν τῶν βασιλέων μάλιστα βούλεσθαι, εἰπὼν, αἰτιώτατος γενέσθαι, δεδοικέναι δὲ, μὴ οὐδεμίαν ὄνησιν ἑκατέροις παρασχόμενος ἑαυτῷ τῶν μεγίστων συμφορῶν αἰτιώτατος κατασταίη. διὸ οὐδὲ πρὸς αὐτὸν τετολμηκέναι νῦν ἐλθεῖν. τοὺς γὰρ ἐν Βυζαντίῳ τῶν πραγμάτων ἄρχοντας, καίτοι μηδεμίαν ὑποψίας πρόφασιν παρασχομένῳ, ἀλλὰ καὶ τὰ ἐκείνοις δοκοῦντα πάσῃ πράττοντι σπουδῇ, καὶ αὐτοῦ