263
ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ιν' αὐτοῦ τὸ κατόρ2.173 θωμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ αν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ' ουν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ' ἰατροῦ μήτ' ἐπιτηδείου τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως αν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς ειναι νομίσαντες εδεισάν τε καὶ ἀνεχώρησαν. Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ αστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν υπατον εὐθύνειν ηθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν ειλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ηλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ ̔Ρωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ επειτα ἀντὶ ὑπάτου αρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ος πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ενδηλος ην δι' ἑαυτοῦ τὰ πράγματα πράττων, ἀλλὰ τὴν δόξαν τῶν εργων τῷ παιδὶ προσῆπτε. Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει2.174 στῶν αυτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος· καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη εως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ηρξαν δὲ τῶν πολέμων οἱ Ταραντῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ αλλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν αλλους οἱ ̔Ρωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις αλλοτε αλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, ομως ουπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου, καὶ τριήρεσι προσορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει οπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ' αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ων εδρων, μετ' ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ αλλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ' οἱ ̔Ρωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ' ομως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων, ὁ Ποστούμιος "γελᾶτε" εφη, "γελᾶτε εως εξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον οταν τὴν ἐσθῆτα ταύτην τῷ αιματι ὑμῶν ἀποπλύνητε." ̓Επανελθόντων ουν τῶν πρέσβεων οἱ ̔Ρωμαῖοι τὰ πραχθέντα μαθόντες ηλγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν υπατον ἐψηφίσαντο. ος εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς 2.175 ἐπιτηδείους επεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εὐπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ' ἐν ἡλικίᾳ καὶ ὀλίγα η μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ομως, τὸν Πύρρον τὸν ̓Ηπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ εφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ' ἐτράπησαν, ωστε τοὺς ̔Ρωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν