263
Κ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Κηδάρ. χώρα παρακειμένη Βαβυλωνίοις, οἰκήτορας εχουσα βδελυρούς. σκότος ἑρμηνεύεται. Κηδεστήσ. ὁ πενθερός. καὶ ὁ φροντιστής. κήδω γὰρ τὸ φροντίζω. Κηδεμών. φροντιστής. Κηκασμόσ. λοιδορησμός. καὶ κηκὰς ὁ λοίδορος. καὶ κηκὰς ἡ ἀλώπηξ ἡ κακωτικὴ καὶ πανοῦργος καὶ πονηρά. Κηλέστησ. ὁ ἀπατεών. ἀπὸ τοῦ κηλῶ, τὸ θέλγω. Κηληθμόσ. ἡ μετ' ᾠδῆς τέρψις. Κηλεόσ. καυστικός. Κήλων. θερμὸς εἰς συνουσίαν. παρὰ τὸν κήσω μέλλοντα, ο δηλοῖ τὸ καύσω. Κημόσ. ειδος χαλινοῦ. Κῆνσοσ. τὸ νόμισμα. kappa.1203 Κῆποσ. ὁ καταπνεόμενος τόπος πρὸς ἀνάπαυσιν. παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος. †Κήρυλοσ. ὁ τῶν ἀλκυόνων αῤῥην.† †Κῆσοσ. ονομα ποταμοῦ.† Κηφήν. ειδος μελίσσης. εστι δὲ ἀργόν. τινὲς δὲ τοὺς ὑδροφόρους τῶν μελισσῶν κηφῆνας λέγουσι. Κηώεις καὶ κηώδησ. ὁ εὐώδης καὶ τεθυμιασμένος οικος. Κήσ. ὁ σκώληξ. Κηδεόσ. ὁ νέκυς, ὁ φροντίδος καὶ κηδεμονίας αξιος τῆς κηδεύσεως. παρὰ τὸ κήδω, τὸ φροντίζω, γέγονε κηδεύω, κηδεὸς, ὡς φωλεύω, φωλεός. Κηδεστήσ. ὁ κατ' ἐπιγαμβρίαν συγγενής. τουτέστιν ὁ πατὴρ τῆς γαμουμένης, καὶ αὐτὸς ὁ γαμῶν. παρὰ τὸ κήδω ῥῆμα ονομα κῆδος, ο ἐστιν ἡ κατ' ἐπιγαμίαν συγγένεια. ἐπεὶ ἐκ προνοίας καὶ κηδεμονίας συνίσταται. παρὰ τὸ κῆδος ουν κηδεστής. η παρὰ τὸ κήδω. τὸ δὲ κηδεστὴς ὀξύτονον ὡς προσηγορικὸν, τὸ δὲ κύριον ονομα βαρύτονον. ὡς θύω, Θυέστης. Κήδιστοσ. φροντιστικώτατος. ος μοι κήδιστος ἑτάρων ην κεδνότατός τε. καὶ ωσπερ παρὰ τὸ κάλλος γίνεται καλλίων, καὶ τὸ ὑπερθετικὸν κάλλιστος, ουτως ουν παρὰ τὸ κῆδος κήδιστος. kappa.1204 Κηλεύσ. παρὰ τὸ κηλεῖν καὶ τέρπειν. οιον· κηλιθμῷ δ' εσχοντο κατὰ μέγαρα. τὸ δὲ κηλιθμὸς οἱονεὶ κηλιδιθμός· καὶ κατὰ συγκοπὴν κηλιθμός. ουτως ευρον ἐν ὑπομνήματι ̓Οδυσσείας. Κῆρυξ. ὡς παρὰ τὸ πτερὸν γίνεται πτερῶ καὶ πτερύσσω, ουτως καὶ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύσσω καὶ ἠρύσσω καὶ πλεονασμῷ τοῦ κ κηρύσσω, ὁ μέλλων κηρύξω. ουτως καὶ ἀποβολῇ τοῦ ω κῆρυξ. Κηώεισ. ἐπὶ τοῦ θαλάμου. παρὰ τὸ κέω, τὸ κοιμῶμαι. ωρσο κέων ω ξεῖνε. γέγονε κεώεις καὶ κηώεις, ὁ εἰς τὸ κοιμᾶσθαι εἰργασμένος. σημαίνει δὲ τὸν τεθυμιαμένον θάλαμον καὶ οικον. ἀπὸ τοῦ τὰ θυμιάματα εἰς αὐτὸν καίεσθαι. Κηφισσόσ. ονομα ποταμοῦ. (Θηλυκόν.) Κηδεμονία. φροντίς. Κηδεία. ἡ ταφή. καὶ ἡ συγγαμβρία. Κηδαλία. χώρα. Κηκίσ. ἡ ὀξύτης. Κήλη. τὸ πάθος. καὶ κηλήτης. Κηλίσ. ὁ ῥύπος. καὶ κλίνεται κηλίδος. kappa.1205 Κήλησισ. ἡδονὴ καὶ θέλξις μετὰ μέλους. Κηπαία. ἡ ἐν τῷ κήπῳ κηπαία παγὶς ἱσταμένη. Κηπεία. ἡ κήπευσις. Κηρουλκόσ. ἡ εἰς θάνατον ελπουσα. παρὰ τὴν κῆρα, τὴν θανατηφόρον μοῖραν. Κήρινθοσ. πόλις. Κηρυκίνη. ῥάβδος. Κηφηΐσ. ἡ Αἰθιοπία γῆ. ἀπὸ Κηφέως. Νίκανδρος· Περσεὺς ην ποτε λιπὼν Κηφηΐδα γαῖαν. Κηλάσ. ἡ ἀλώπηξ. Κῆδοσ. ἡ συναλλαγὴ τοῦ γάμου. Κήδεα. φροντίδες, λύπαι, η τὰ κακά. Κηκίδιον. τὸ τοῦ μέλανος. Κηλώνιον. ιππος ἐπιβατήριος. παρὰ τὸ κήλων, ο σημαίνει τὸν θερμόν. κήλων γὰρ ὁ θερμὸς εἰς συνουσίαν. η παρὰ τὸν κήσω μέλλοντα, ο δηλοῖ τὸ καύσω. Κηλόνειον δὲ τὸ γεράνιον. μικρὸν καὶ δίφθογγον. παρὰ τὸ κάλον, τὸ ξύλον, καὶ μετὰ τοῦ νεύειν γέγονε καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον καὶ κατανεῦον ξύλον. Κῆλον. τὸ βέλος τὸ ξύλινον. παρὰ τὸ κάλον, ο δηλοῖ τὸ ξύλον. η βέλος θεῖον, τουτέστιν ἀστραπὰς καὶ βροντάς. kappa.1206 -ῳχετο κῆλα θεοῖο. παρὰ τὸν κήσω μέλλοντα τὸν δηλοῦντα τὸ καύσω. οθεν καὶ τό· πυρὶ κηλέῳ, τουτέστι καυστικῷ. Κήναιον. ορος. Κήπιον. κῆπος. Κῆρ. ἡ ψυχὴ, ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. Κῆρ. περισπωμένως μὲν τὴν ψυχήν· παρὰ τὸ κέαρ. ὀξυτόνως δὲ τὴν θανατηφόρον μοῖραν, ἡ τὸ κακύναι ἐπιφέρουσα. Κηρύκειον. ορος ̓Εφέσου. καὶ ὁ τῶν κηρύκων μισθός. κηρύκιον δὲ πᾶσα ῥάβδος, ˉι. ( ̔Ρῆμα.) Κήδεται. φροντίζει. Κῇεν. εκαυσεν. καὶ κήσω. Κήκιεν. ἐφέρετο. κατέβαινεν. εῤῥει. παρὰ τὸ κίω, τὸ περιπατῶ καὶ πορεύομαι, εκιε, καὶ πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιεν. αιμα δ' ἀνεκήκιε. †Κηλοβλάπτω. ἀπατῶ.† Κηλάζω. τὸ λοιδορῶ. Κήδω. τὸ λυποῦμαι. καί· -ἀνάσχεο,