263
Τοῦτο αὐτὸ μισθὸς, τῷ πατρὶ χαρίζεσθαι. Εἴκειν ἀναγκαῖον πατράσι τοὺς παῖδας· ἀλλ' ἔνθαπερ ὁ περὶ τῆς ἀληθείας εἰσελαύνει λόγος, τιμάσθω 96.293 Θεὸς, καὶ νικάτω τὰ αὐτοῦ, καὶ φιλοστοργίας δύναμιν φυσικήν. Τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας, τῶν ἀδυνάτων· ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε. Γονέας τίμα. Οὗτος γὰρ νόμος θεῖος καὶ φυσικός. Εὐδαίμων ὅστις τοκέας εὐφραίνει, καθάπερ ἄρουρα τοὺς μοχθήσαντας ἐπὶ τῷ πολυπλασιασμῷ τῶν καταβληθέντων. Πείθεσθαι πατράσι θεοφιλές. ΤΙΤΛ. ΚΓʹ. -Περὶ πατραλοίων, καὶ μητραλοίων, καὶ ὅσα ἕψεται κακὰ τοῖς ἀτιμάζουσι, καὶ ἀπειθοῦσι τοῖς ἑαυτῶν γονεῦσιν. «Ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Ὁ κακολογῶν πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανατούσθω.» «Ἄνθρωπος ὃς ἐὰν κακώσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Πατέρα αὐτοῦ, καὶ μητέρα αὐτοῦ κακῶς εἰπὼν, ἔνοχός ἐστιν.» «Ἐὰν ᾖ τινι υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνὴν μητρὸς αὐτοῦ, καὶ παιδεύσωσιν αὐτὸν, καὶ μὴ εἰσακούσῃ αὐτὸν, καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, ἄξουσιν αὐτὸν ἐπὶ τῆς γερουσίας τῆς πόλεως αὐτῶν, λέγοντες· Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθής ἐστιν, καὶ ἐρεθίζει, καὶ οὐκ ἀκούει τῆς φωνῆς ἡμῶν. Καὶ λιθοβουλήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται.» «Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὁ ἀτιμάζων πατέρα, καὶ ἀπωθούμενος μητέρα αὐτοῦ, καταισχυνθήσεται, καὶ ἐπονείδιστος ἔσται.» «Κακολογοῦντος πατέρα καὶ μητέρα, σβεσθήσεται λαμπτὴρ, αἱ δὲ κόραι ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.» «Ὀφθαλμὸν καταγελῶντα πατέρα, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.» Ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κατηραμένος ὑπὸ Κυρίου, ὁ παροργίζων μητέρα αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἡ γὰρ δόξα ἀνθρώπων, ἐκ τιμῆς πατρὸς αὐτῶν.» Ἐλεεινὸν ἀντὶ εὐκαρπίας τελεσφορεῖν ἀκάνθας, καὶ ἀντὶ ἀγαθῶν ἐλπίδων ἀποκύειν λύπας· 96.296 τουτέστιν ἀντὶ δόξης καὶ τίμης ὕβριν καὶ ἀτιμίαν γονεῦσιν ἀποδοῦναι, καὶ τὴν τοῦ προφήτου σφετερίζεσθαι φωνὴν τὴν λέγουσαν. Ἔμεινα τῷ ἀμπελῶνί μου τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας.
ΤΙΤΛ. Κ∆ʹ. -Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα, καὶ σωφρονίζειν. Εἰ γὰρ τοῦτο μὴ πράξωσιν, ταῖς ἐκείνων ἔνοχοι γίνονται ἁμαρτίαις. «Ἡλὶ
πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν υἱοὶ αὐτοῦ μετὰ τῶν γυναικῶν τῶν παρεστηκυιῶν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ εἶπε Κύριος· Οὐχ οὕτως ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδίκια οἴκου Ἡλὶ ἐν θυμιάμασι καὶ ἐν θυσίαις αἰῶνος;» «Παίδευε υἱὸν, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου.» «Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.» «Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθανεῖται. Σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύση.» «Πληγαὶ καὶ ἔλεγχος διδόασι σοφίαν.» «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος παιδεύων· ἐν δὲ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.» «Παίδευε υἱόν σου· οὕτως γάρ ἐστιν εὔελπις.» «Τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.» «Μάστιγες καὶ παιδεία, ἐν παντὶ καιρῷ σοφία.» «Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προκόψῃς.» «Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχίσει μάστιγας αὐτῷ.» «Ὁ διδάσκων τὸν υἱὸν διαζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπ' αὐτῷ ἀγαλλιάσεται.» «Ἵππος ἀδάμαστος ἐκβαίνει σκληρὸς, καὶ υἱὸς ἀνείμενος ἐκβαίνει προαλής. Τιθήνισον τέκνον, καὶ ἐκθαμβήσει σε. Μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς. Μὴ δὸς αὐτῷ