ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν ∆αυιτικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ πόλις" ἔφην "βασίλεια, πόλις περιοχῆς, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, σκήνωμα Ὑψίστου, αἴνεσις καὶ ὕμνησις τῶν αὐτοῦ θεραπόντων καὶ προσφιλὲς ξενοδόχημα, καὶ βασιλὶς μὲν τῶν βασιλίδων πόλεων, ᾆσμα δὲ ᾀσμάτων καὶ λαμπρότης λαμπροτήτων καὶ τῶν σπανίων πανταχοῦ θεαμάτων σπανιώτερον ὅραμα, ηαλοσις,πτ1.592 τίς ὁ διασπάσας ἡμᾶς ἀπὸ σοῦ ὡς ἐκ μητρὸς φίλης τέκνα φιλούμενα; τίνες γενοίμεθα; ποῖ τραποίμεθα; ποίαν παραψυχὴν εὕροιμεν γυμνοί, ὡς ἐκ κοιλίας μητρὸς τῶν σῶν ἐκσπασθέντες κόλπων; πότε σε θεασόμεθα οὐχ ὡς νῦν πεδίον ἀφανισμοῦ καὶ κοιλάδα κλαυθμῶνος καὶ πατουμένην ὑπὸ στρατοπέδων εἴτε μὴν ἐξουθενημένην καὶ ἀπωσμένην, ἀλλ' ἐξαιρουμένην καὶ σωζομένην καὶ προσκυνουμένην ὑπὸ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ γάλα ἐθνῶν θηλάζουσαν καὶ πλοῦτον βασιλέων ὡς πρώην ἔδουσαν; πότε δὲ καὶ ὡς φύλλα συκῆς καὶ χιτῶνας δερματίνους ἀποβαλούμεθα τὰ ῥικνὰ ταῦτα ῥάκη καὶ μηδὲ τοῦ παντὸς ἐξικνούμενα σώματος, ἃ ἡμῖν περιέθεντο οἱ ἐπίβουλοι ὡς ὄφις ἀλλόφυλοι, τὰ σύνοικα ἡμῖν κακὰ καὶ ἐπίβουλα. Ἀλλ' ἵλασαι θεόν, ἁγιωτάτη τῶν πόλεων· προβαλοῦ τοὺς νεώς, τὰ τῶν μαρτύρων λειπόμενα, τὰς συμφορὰς αὐτάς, τῶν πειρατηρίων τὸ μέγεθος, ὧν εἰς κόρον μετέσχηκας ἀνδράσιν ἀνοσίοις ἐκδοθεῖσα εἰς πύρωσιν. ἐπικάλεσαι γάρ με, φησίν, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ἆρα δὲ προσθήσω καὶ εἰς σέ ποτε ἐπιβλέψαι, παμμέγιστε ναὲ καὶ θειότατε, οὐρανὲ ἐπίγειε, θρόνε δόξης θεοῦ, Χερουβικὸν ὄχημα, στερέωμα δεύτερον, ἀγγέλλον τὴν τῶν χειρῶν θεοῦ ποίησιν, θέαμα καὶ ἔργον ἑναδικὸν καὶ εὔροιζον πάσης τῆς γῆς ἀγαλλίαμα; καὶ τίς ὁ ἐπαγγελλόμενος, εἰ μὴ μόνος ὁ ἐν οἷς πέπονθε πειραθεὶς τοῖς πειραζομένοις βοηθεῖν ἐπιστάμενος καὶ ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν καὶ ποιῶν πάντα καὶ μετασκευάζων ἀεὶ πρὸς τὸ βέλτιον." ηαλοσις,πτ1.593 Ταῦτ' ἐξ ὑπεράντλου ταῖς ἀχθηδόσι ψυχῆς κενώσαντες πορευόμενοι ἐπορευόμεθα, κλαίοντες καὶ βάλλοντες τοὺς θρήνους ὡς σπέρματα. εἰ δὲ καὶ ἐρχόμενοι ἥξομεν, αἴροντες ἐν ἀγαλλιάσει τὰ τῆς δεξιωτέρας ἀλλοιώσεως δράγματα, δῶρον τοῦτο θεοῦ τοῦ παρακαλοῦντος τοὺς ὀλιγοψύχους καὶ σωτηρίου περιτιθέντος ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἐνδύοντος. Προῆγε δὲ ἡμῶν ὁ οἰκουμενικὸς ἀρχιποίμην, μὴ πήραν φέρων, μὴ χρυσὸν ἐπὶ τὴν ὀσφύν, ἄραβδος καὶ ἀσάνδαλος καὶ χιτώνιον ἓν περικείμενος, ἐντελὴς εὐαγγελικὸς ἀπόστολος, ἢ μᾶλλον τοῦ Χριστοῦ ἀντίμιμος, παρ' ὅσον ὀναρίῳ πτωχικῷ ἐποχούμενος μεθίστατο τῆς νέας Σιών, οὐ τὸν ἐπ' αὐτῆς ἐσχεδίαζε θρίαμβον. Τότε δ' οὖν πέρας τῆς ὁδοῦ τὴν Σηλυμβρίαν ἡμεῖς θέμενοι τοῦ λοιποῦ τοῦ πλάνου πεπαύμεθα, ἀνύβριστοι πανοικί, τὸ μέγα τοῦ θεοῦ περὶ ἡμᾶς φιλοτίμημα καὶ ἀείμνηστον καὶ τέλειον δώρημα, μηδ' ἀρθρέμβολα καὶ σχοινοδέσμους κἀπὶ τῶν κροτάφων ἀστραγάλους ὡς πολλοὶ τῶν καθ' ἡμᾶς δεξάμενοι διὰ χρημάτων ἀπόδοσιν καὶ πρὸς μόνου θεοῦ τρεφόμενοι τοῦ τὴν τροφὴν ἐν εὐκαιρίᾳ πᾶσι βραβεύοντος καὶ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς ἐπικαλουμένους αὐτὸν δειπνίζοντος ἐς τὸ ἄφθονον, ἔτι γε μὴν τὰ μήτε νήθοντα, μήτε σπείροντα κρίνα τοῦ ἀγροῦ φιλοτίμως ἐνδύοντος. Οἱ δ' ἀγκροῖκοι καὶ ἀγελαῖοι ἐπεκερτόμουν μᾶλλον τοῖς ἐκ Βυζαντίου ἡμῖν καὶ τὴν ἐν πτωχείᾳ καὶ γυμνότητι κακουχίαν ἰσοπολιτείαν ἀφρόνως ὠνόμαζον, οὐ τοῖς τῶν πέλας κακοῖς παιδευόμενοι. πολλοὶ δὲ καὶ ἀνομίαν ὑπολαμβάνοντες "εὐλογητὸς Κύριος, ὅτι πεπλουτή ηαλοσις,πτ1.594 καμεν" ἔλεγον, ὀλίγου τὰς τῶν συμφυλετῶν οὐσίας ἀποδιδομένας ὠνούμενοι. οὐ γάρ πω βουθοίνας εἰσῳκίσαντο Λατίνους, καὶ εἴδοσαν, ὅπως μὲν τὸν οἶνον ἄκρατον ὁμοῦ καὶ ζωρότερον ὥσπερ καὶ τὸν χόλον ἀκέραστον χέουσιν, ὅπως δὲ Ῥωμαίοις ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει προσφέρονται. Καὶ