263
δόξαν προστέθεικεν. Οὕτω τοῖς υἱοῖς Ἰσραὴλ τὸν τῶν Αἰγυπτίων ἐδωρήσατο πλοῦτον. "Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἄληστον γὰρ ὁ τῶν ὅλων Θεὸς ἔχει τὴν μνήμην, καὶ ἀείμνηστον αὑτοῦ διαφυ λάττει τὸ κλέος. δʹ. "Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς ἔθνεσιν." Σκότος ποτὲ μὲν τὴν ἄγνοιαν, ποτὲ δὲ τὰς συμ φορὰς ὀνομάζει, καὶ φῶς δὲ ὡσαύτως νῦν μὲν τὴν γνῶσιν, νῦν δὲ τῶν κακῶν τὴν ἀπαλλαγὴν προσαγο ρεύει. Λέγει τοίνυν, ὅτι καὶ ἀγνοοῦσιν ὑποδείξει τὴν ἀλήθειαν, καὶ ἐν τῇ τῶν λυπηρῶν προσβολῇ τὴν οἰκείαν ἐπικουρίαν ὀρέξει. Οὕτω τὸν Ἰωσὴφ ἐκ τῆς τῶν ἀδελφῶν μιαιφονίας ἐξήρπασεν, οὕτως αὐτὸν τῆς συκοφαντίας ἀπέφηνε κρείττονα· οὕτω τῆς Σάῤ ῥας ἁρπαγείσης ὤρεξε τῷ Ἀβραὰμ τὴν οἰκείαν ῥοπήν· οὕτω τὸν Λάβαν ἐξεδειμάτωσε, καὶ τὸν φεύ γοντα τοῦ διώκοντος δυνατώτερον ἔδειξε. Τῆς θείας τοίνυν δυνάμεως καὶ τοῦτο τεκμήριον, τὸ γυμνασίας μὲν εἵνεκα συγχωρεῖν προσβάλλειν τοῖς δικαίοις τὰ λυπηρὰ, διαλύειν δὲ τούτων τὸ νέφος, καὶ καθαρὰν αἰθρίαν χαρίζεσθαι. "Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος." Ταῦτα δὲ πρυτανεύει δι καιοσύνῃ, καὶ ἐλέῳ, καὶ ἀγαθότητι χρώμενος. Κήδε ται μὲν γὰρ ὡς φιλάνθρωπος, στεφανοῦν δὲ τοὺς δι καίους βουλόμενος, συγχωρεῖ τοὺς ἀγῶνας, λύει δὲ τούτους ὅτι τάχιστα διὰ τὴν ἀμέτρητον ἀγα θότητα. εʹ. "Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν· οἰ κονομήσει τοὺς λόγους αὑτοῦ ἐν κρίσει." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀγαθὸς, χαριστικὸς, καὶ κιχρῶν, οἰκονομῶν τὰ πράγματα αὑτοῦ μετὰ κρί σεως. Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φι λοτίμως θεραπεύει τοὺς ὁμοδούλους· οἰκτείρων μὲν, ὡς τῆς φύσεως κοινωνὸς, κιχρῶν δὲ, ὡς τὴν ἔκτισιν παρὰ τοῦ κοινοῦ προσμένων ∆εσπότου. Οὐ δὲν δὲ ὁ τοιοῦτος ἀδιακρίτως ἐργάζεται, ἀλλ' ὀρ θῶς χρώμενος λογισμῷ, καὶ τοὺς λόγους καὶ τὰ ἔργα κοσμεῖ. 80.1784 ʹ. "Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται." Βεβαίαν γὰρ ὁ τοιοῦτος ἔχει τὴν γνώμην, οὐδεμίαν τροπὴν δεχομένην ἐν ταῖς τῶν καιρῶν δυσκο λίαις. ζʹ. "Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος." Πολυθρύλλητος δὲ ὁ τοιοῦτος ἔσται, καὶ παρὰ πᾶσιν ἀοίδιμος, καὶ ἀείμνηστον καταλείψει τὸ κλέος. "Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται." Οὔτε δὲ ἀπειλὰς δείσει, οὔτε ἀγγελίας φόβον ἱκανὰς ἐμ ποιῆσαι. "Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κυρίου." Ὁ δὲ Σύμμαχος τὴν ἑτοίμην πάλιν ἑδραίαν ἡρμήνευσεν. Ἑδραίαν ἔχει, φησὶ, καὶ βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ. ηʹ. "Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὑτοῦ." Οὐ γὰρ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα προσ μένει. θʹ. "Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύ νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Τούτων ἕκαστον διδασκαλίαν ἀρετῆς τοῖς βουλομένοις προσ φέρει. Λέγει δὲ, ὅτι ὁ τῇ εὐλαβείᾳ καὶ τῷ θείῳ φόβῳ κοσμούμενος οὐχ ἁπλῶς τοῖς δεομένοις ὀρέγει τὸν ἔλεον, ἀλλὰ μετὰ πολλῆς φιλοτιμίας τοῦτο ποιεῖ, καὶ μιμεῖται τοὺς σπείροντας ἀφειδῶς τὰ σπέρματα, καὶ σκεδαννύντας διὰ τὴν τῶν δραγμάτων ἐλπίδα. Παραπλησίως γὰρ καὶ οὗτος τῆς δικαιοσύνης προσ μένει τὸ κέρδος. "Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ." Κέρας τὴν ἰσχὺν καλεῖ ἐκ μεταφορᾶς τῶν ζώων τῶν καθωπλισμένων τοῖς κέρασι, καὶ τούτοις ἀμυνομένων τοὺς ἐπιόντας. Λέγει τοίνυν ὅτι καὶ δυνατὸς καὶ περίβλεπτος ἔσται ὁ τῆς ἀρετῆς κεκτη μένος τὸν πλοῦτον. ιʹ. "Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὑτοῦ βρύξει, καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται." Οἱ δὲ κακίᾳ συζῇν προαιρού μενοι, τῶν δικαίων ὁρῶντες τὴν περιφάνειαν, τακή σονται μὲν τῷ φθόνῳ, καὶ τῆς μιαιφονίας τυρεύ σουσι μηχανάς· διαμαρτήσονται δὲ τῶν βουλευμά των, καὶ τῆς ἐπιθυμίας οὐκ ἀπολαύσουσιν. Ἄδικος γὰρ αὕτη καὶ λίαν θεομισής.
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΒʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἕτερος ὕμνος καὶ οὗτος εἰς ὠφέλειαν συγγεγραμμένος, καὶ
ἐγείρων τοὺς ἀνθρώπους εἰς ὑμνῳδίαν τοῦ εὐεργέτου. αʹ. "Αἰνεῖτε, παῖδες, Κύριον."