263
ἔμελλον γὰρ ὁρᾶν ἀνθρώπους θεοῦ, ἱεράρχας Κυρίου, μακαρίους ἄνδρας, φωστῆρας κόσμου, ἐρείσματα πίστεως, εἴ τι ἄλλο τῶν καλῶν καὶ ὄντας καὶ ὀνομαζομένους. ὢ τῆς ζημίας· ὢ τῆς συμφορᾶς· πλὴν αἱ πολλαὶ ἡμῶν ἁμαρτίαι αἴτιον τοῦ συμβεβηκότος. καὶ οὐ θαυμάζομεν τὴν ἀτυχίαν, ἀλλὰ προβάλλομεν τὴν ἱκετηρίαν. τί τοῦτο; ἵνα γράμμασι παραμυθήσησθε τὴν ἀπόλειψιν, νουθετοῦντες, φωτιοῦντες, στηρίζοντες, ὑποφαίνοντες ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἐνστατικά, ὅσα ἔναθλα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ὁμολογίας. ταῦτα γράφοιτε, καὶ πῶς προσκυνητέον Χριστὸν ἐγγεγραμμένον, ὁμωνύμως ἢ συνωνύμως, ἐπειδὴ τὸ μὲν ὀρθοδοξίας, τὸ δὲ ἀντιδοξίας· καὶ πῶς τῆς προσκυνήσεως νοουμένης εἰς Χριστόν τε καὶ τὴν αὐτοῦ εἰκόνα, μιᾶς ἢ δυοῖν, ἐπειδὴ τὸ μὲν ἡμέτερον, τὸ δὲ τῶν εἰκονομάχων· ὧν γὰρ μία ἡ ὑποστατικὴ ὁμοίωσις, τούτων μία καὶ ἡ αὐτὴ προσκύνησις, παρὰ τὸ τὴν οὐσίαν τῆς εἰκόνος μή τί που προσκυνεῖσθαι. Οὗτος ὁ μικρὸς ἡμῶν λόγος ὑπομνηματικός, ἀλλ' οὐ διδακτικός, ὑμῶν δὲ τὰ τελεώτερα πάντως τοσοῦτον, ὅσον καὶ τὸ καθυπερέχον τοῦ χρίσματος· ἐφ' ᾧ τελοίητε τὸν προκείμενον δρόμον, ὁσιώτατοι, ἀνδρειότατα, ὡς ἀποληψόμενοι τὸν τῆς δικαιοσύνης στέφανον. 431 {1Ἀμμοῦν τέκνῳ}1 Οἴμοι, ἐξ αὐτῆς βαλβῖδος τῆς ἐπιστολῆς καὶ στεναγμὸν ἀναπέμπω ἐκ βάθους καρδίας καὶ δάκρυον ἀναμείγνυμι τῷ μέλανι ἐφ' οἷς ἠκουτίσθην περὶ σοῦ, ἀδελφέ· φασὶ γὰρ ἀπορρίψασθαί σε τὸ ἅγιον ἔνδυμα τοῦ μοναχοῦ καὶ τελεῖν ἐν λαϊκοῖς καὶ γυναῖκα περιάγειν. ὢ τοῦ ἐλεεινοῦ ἀκούσματος· ὢ τῆς ἐμῆς συμφορᾶς· ἐμὴ γὰρ ἡ σή, τέκνον, ἁμαρτία κατὰ τὸν τῆς πατρικῆς συμπαθείας τρόπον. ποῦ τὸ φῶς τῆς διανοίας; ποῦ τῆς ἐλπίδος τὸ πτερόν; ποῦ τῆς πίστεως ὁ θυρεός; ποῦ τοῦ λογιστικοῦ τὸ κριτικόν; ποῦ ὁ ἔρως ὁ πρὸς θεόν; ποῦ ὁ ἐντεῦθεν τοῦ κόσμου δρασμός; ποῦ ἡ ἐγκατάλειψις ἁπάντων τῶν ἐπὶ γῆς; ποῦ ἡ ἐπιστασία τῆς μονῆς; ποῦ ἡ εὐκατάνυκτος παραδοχὴ τῆς εἰσδοχῆς; ποῦ ἡ στοιχείωσις τῆς κοινοβιακῆς ζωῆς; ποῦ ἡ φωτιστικὴ ἐξαγόρευσις; ποῦ σου τὰ καλὰ δάκρυα; ποῦ ἡ εὐλαβοειδὴς ἕξις; ποῦ ἡ ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος μαρτυρία; ποῦ ἡ ἐπὶ τοῦ ἱεροῦ βήματος ὁμολογία; ποῦ αἱ ὑπὸ μάρτυρι θεῷ τε καὶ ἀγγέλοις ὑποσχέσεις; ποῦ ἡ φαεινὴ φαιδρότης τοῦ σχήματος; ποῦ ὁ πνευματικῶς νοούμενος γάμος; ποῦ ὁ ὑπὲρ σοῦ τυθεὶς ἀμνὸς τοῦ θεοῦ; ποῦ τὸ εὐαγγελικόν τε καὶ ἀδελφικὸν ἀγαλλίαμα; ποῦ ὁ παρὰ πάντων ἱερώτατος ἀσπασμός; ποῦ ἡ ἐν τῷ θείῳ θυσιαστηρίῳ παράστασις; ποῦ ἡ τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ θεία μετάληψις; ποῦ ἡ ὅλη φαιδρὰ καὶ ἀγγελοχαρμόσυνος τελετή; ποῦ ἡ φανὴ λαμπάς; ποῦ ἡ ἄμπελος ἡ ἀληθινή; ποῦ ἡ καρποφόρος φυτεία τοῦ Πνεύματος; ποῦ ἐμοῦ γε τοῦ ἀθλίου ὁ υἱός, ὁ προαχθεὶς ἔτι καὶ ἔτι ἐν καλῷ καὶ χρήσιμος ὀφθεὶς τῇ ἀδελφότητι, τὸ τέκνον τοῦ θεοῦ, ὁ τοῦ φωτὸς χορευτής, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πολίτης, τὸ σκεῦος τὸ ἐκλεκτόν; πῶς ἐστράφη εἰς τὰ ὀπίσω; πῶς ἀπελάκτισεν ὁ ἠγαπημένος; πῶς ἐσκοτίσθη ὁ πεφωτισμένος; πῶς ἀπεσείσατο τὰ τῆς ἁγνείας ὅπλα; πῶς ἐγένετο θήραμα διαβόλου, ἐζωγρημένος ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα καὶ ἀφεὶς τὸν καλὸν νυμφίον, τὸν Κύριον τῆς δόξης, τὸν ἐξουσιαστὴν τῶν ἁπάντων; Ὤ, τίς οὐ στενάξειεν ἐκ βάθους; τίς οὐκ ἐλεήσειεν τὸν ἐξηπατημένον; οὐρανέ, ἔκστηθι ἐπὶ τούτῳ, γῆ, βόησον τὸ πάθος. τί γέγονεν, ἀδελφέ; οὐκ ᾐδέσθης κἂν τοὺς ὁρῶντας; οὐκ ἐρυθρίασας ἀπ' αὐτοῦ τοῦ ἀέρος; οὐκ ἐδυσχέρανας τὴν δυσωδίαν τῆς παγκαταράτου ἁμαρτίας; ἔχεις νοῦν; ζῇς ἆρα; ἀθρεῖς ἥλιον; βλέπεις σελήνην; ὁρᾷς ἀστέρας; οὐκ ἔστιν, οὐκ ἔστιν εἰπεῖν ὅσον τὸ ἁμάρτημα, ὅσος ὁ σκότος, ὅση ἡ ἀλογία (καὶ εἴθε μέχρι τούτων ὁ λόγος· εἶχεν γὰρ ἂν ἡ ἀθλιότης συμμετρίαν), ἀλλ' ὅτι κρίμα, ἀδελφέ, ἀπαραίτητον, πῦρ αἰώνιον, σκότος ἐξώτερον καὶ ἀλαμπές, βρυγμὸς ὀδόντων, ἅπαντα τὰ ἄλλα κολαστήρια ἐν οἷς ἡ εὐθύνη, καὶ ταύτη ἀπέραντος εἰς αἰῶνας. καὶ οὔπω λέγω τῶν ἀγαθῶν τὴν ἀπόπτωσιν, ἣν σεαυτῷ προεξένησας· τίς αὕτη; μετὰ θεοῦ γενέσθαι, χαρὰ