264
ἀφεστηκότι διὰ τὸ μὴ τὴν τῶν ὄντων στέρησιν καὶ φιλτάτων καὶ γυναικὸς φέρειν δύνασθαι, ὅμως οὐδὲν πεπεικέναι ὡς πιστῷ περὶ αὐτοὺς προσέχειν, ἀλλὰ πρόφασίν τινα ζητεῖν, ἐξ ἧς διαφθεροῦσιν. ὧν ἕνεκα οὐδ' ὑπὲρ τῆς εἰρήνης, ὥσπερ εἶπεν, εἰς Βυζάντιον δύνασθαι ἐλθεῖν. βασιλεὺς δὲ εἰρήνης μὲν ἔφασκε καὶ μάλιστα ἐπιθυμεῖν οὐχ ἑαυτοῦ μᾶλλον, ἢ τῶν ἄλλων ὠφελείας ἕνεκα, εἰς προὖπτον δὲ κίνδυνον ἐμβάλλειν ἑαυτὸν οὐδένα ἀναγκάσειν, βλάπτοντα δὲ μηδένα, τό γε εἰς αὐτὸν ἧκον, θεῷ τῷ πάντα ἐφορῶντι ἐπιτρέψειν τὰ κατ' αὐτόν. λγʹ. Οὐ τότε δὲ μόνον περὶ τὴν διάλυσιν εὐχερὴς Καντακουζηνὸς ὁ βασιλεὺς ὡρᾶτο, ἀλλὰ καὶ ∆ιδυμοτείχῳ ἐνδιατρίβων ἔτι, μετὰ τὸ ἅπαξ καὶ δὶς πρὸς βασιλίδα πρεσβεύσασθαι περὶ εἰρήνης, ἐπεὶ οὐδὲν ἐπιεικὲς περὶ τοὺς πρέσβεις ἠγγέλλετο εἰργασμένον, πρὸς τὸν πατριάρχην κρύφα γράμματα διεπέμπετο περὶ εἰρήνης, ἐν οἷς τῶν τε ἐπ' αὐτοῦ γε 2.200 γενημένων ὅρκων ἀνεμίμνησκε μεταξὺ βασιλίδος καὶ αὐτοῦ. οὓς ἔφασκεν ἀκριβῶς αὐτὸς τηρῶν, ὑπὸ βασιλίδος παρασπονδούσης πολεμεῖσθαι, συκοφάνταις ἀνθρώποις καὶ διεφθορόσι πεπεισμένης· ἔτι δὲ καὶ τῶν αὐτῷ γεγενημένων ὅρκων πρὸς αὐτὸν, ὡς οὐ περιόψεται ὑπὸ συκοφαντῶν αὐτὸν διαβαλλόμενον, ἀλλὰ πᾶσαν ἐνδείξεται σπουδὴν ὑπὲρ αὐτοῦ, ἢ τἀληθέστερον εἰπεῖν, ὑπὲρ αὐτοῦ δικαίου. ἃ δὴ εἰς τοὐναντίον περιέστη, καὶ ὁ πόλεμος ἐξ ἐκείνου ἔσχε τὴν ἀρχὴν, ὑφ' οὗ κωλύεσθαι δικαιότερος μᾶλλον ἦν. ἐδεῖτό τε μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλ' ἔλεον λαβόντα τῶν ἀπολλυμένων ἀνθρώπων παρὰ πάντα τοῦ δικαίου λόγον, στῆναι πρὸς τὴν συμφορὰν καὶ τὰ πολλῷ δεινότερα ἐσόμενα κωλῦσαι, καταλύσαντα τὸν πόλεμον καὶ διαλλακτὴν γεγενημένον βασιλίδος καὶ αὐτοῦ, ὅπερ μάλιστα αὐτῷ προσήκειν, πατρὶ κοινῷ καὶ διδασκάλῳ δικαιοσύνης ὑπὸ τοῦ θεοῦ κεχειροτονημένῳ. πάντως δὲ οὐδὲν ἔργον ἔσται, οὐδὲ πολλῶν δεήσεται λόγων πρὸς αὐτὸν, ἀλλ' ἀρκεῖ μόνον ὀφθῆναι, καὶ πᾶσα πρόφασις πολέμου περιαιρεθήσεται. εἰ δ' ἄρα τούτων μηδενὸς μελήσει, μηδὲ τὴν προσήκουσαν περὶ τὴν εἰρήνην ἐνδείξεται σπουδὴν, αὐτὸν μὲν ὀκνεῖν εἰπεῖν, πᾶσι δὲ εἶναι καὶ σιγήσαντος καταφανὲς, ὡς ἐκ τῶν αὐτοῦ χειρῶν τὰ ἐκχυθησόμενα τῶν ἀνθρώπων αἵματα θεὸς ὁ δίκαιος ἐκζητήσει κριτής. ἠξίου τε, μὴ διὰ δειλίαν τὰ τοιαῦτα νομίζειν δεῖσθαι· τὴν 2.201 γὰρ ἐκείνου στρατιὰν πολλῷ τῷ μέτρῳ τῆς ἐκείνων ὑπερέχειν· ἀλλ' ὁρῶντα τὸν πόλεμον, ὡς μεγάλων ἔσται συμφορῶν αἴτιος Ῥωμαίοις, καὶ δεδοικότα τὴν ἐκεῖθεν βεβιωμένων βάσανον ἀνθρώποις μηδεμίαν ὡς οἷόντε μάλιστα ἐν τοῖς προσδοκωμένοις κακοῖς αἰτίαν παρέχεσθαι πειρᾶσθαι. ὃν δὲ κατ' αὐτοῦ ἐξεῖπε καὶ τῶν συνόντων ἀφορισμὸν, ἡγεῖσθαι μὲν δεινὸν, πῶς γὰρ οὔ; οὐδὲν δὲ εἶναι πρὸς αὐτόν. εἰ γὰρ βασιλέως, ὥσπερ αὐτοί φασιν, ἐπεβούλευσε τοῖς παισὶν ἐπιορκήσας, εἶχεν ἄν τινα πρὸς ἐκεῖνον δύναμιν τὰ εἰρημένα. εἰ δὲ τούτων μὲν οὐδὲν οὔτε εἴργαστο, οὔτε ἐνεθυμήθη, ἐμμένοντος δὲ αὐτοῦ τοῖς ἐξαρχῆς καὶ τοὺς ὅρκους τηροῦντος βεβαίως, ὑπὸ φθόνου καὶ συκοφαντίας αὐτοὶ κεκινημένοι, τὴν πᾶσαν Ῥωμαίων ἡγεμονίαν νῦν τε ἤδη νεμομένην καὶ ἔτι μᾶλλον δαπανήσουσαν ἤγειραν φλόγα, ἢν μὴ θεὸς ἄνωθεν ἐπιβλέψας ἵλεων κατασβέσῃ, σκοπητέον, εἰ μὴ μᾶλλον αὐτοῖς, ἢ ἐκείνῳ τὸ ἀπὸ θεοῦ χωρίζεσθαι προσήκει, τοῖς αἰτίοις τῶν κακῶν γεγενημένοις. οὐ γὰρ ἕπεσθαι τὸ θεῖον ταῖς παραλόγοις τῶν ἀρχιερέων ὁρμαῖς, ∆ιονύσιος ὁ μέγας ἀπεφθέγξατο. αὖθίς τε ἐδεῖτο, τά τε μέχρι νῦν τετολμημένα συνιδόντα ὡς δεινὰ, καὶ τὰ μέλλοντα ὡς πολλῷ τῷ μέτρῳ χείρω προσδοκᾶται, ἥκειν πρὸς αὐτὴν καὶ διαλύειν τὰς συμφορὰς Ῥωμαίοις, μόνον ὄντα δυνατὸν τὰ τοιαῦτα καταπράττεσθαι. εἰ δ' οὖν, ἀλλ' αὐτῷ μὲν ἅπαν εἴργασται τὸ δέον πρός τε θεὸν 2.202 ὁμοῦ καὶ πρὸς τοὺς τὰ Ῥωμαίων πράγματα ἄγοντας αὐτοὺς νυνί. αὐτοὶ δ' ἂν εἰδεῖεν, εἰ χρὴ πρὸς τὴν εἰρήνην μᾶλλον, ἢ τὸν πόλεμον προθύμους παρέχειν ἑαυτοὺς, ἓν τοῦτο σαφέστατα πεπεισμένους, ὡς τῶν τε πραττομένων ὑπ' αὐτῶν εὐθύνας αὐτοὶ τίσουσι παρὰ θεῷ, καὶ εἴ τι παρὰ τὸ προσῆκον, ὑπ' αὐτῶν συνελαυνόμενος εἰς ἀνάγκην, δρῴη καὶ αὐτός. τοιαῦτα μὲν τὰ