264
ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Αγιν τοῖς ̔Ρωμαίοις ἐπιτήδειον οντα ειλοντο στρατηγὸν αὐτοκράτορα. αρτι δ' ουτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων ̓Ηπείρου φύσεώς τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ ̔Ελληνικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. ουτος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ερμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ' ομως εχθρας πρὸς ̔Ρωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ινα δὲ μὴ ὑποπτευθείη δι' απερ ειρηται, οικαδε αὐτίκα ἀνακομισθήσεσθαι εφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ ̓Ιταλίᾳ παρ' αὐτῶν κατα2.176 σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ' ἐξ αὐτῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ' αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς ̔Ρωμαίους ἀπέσχοντο καὶ τὸν Αγιν παύσαντες τῆς στρατηγίας ενα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ' οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ' ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις εχαιρον, ὡς μήτε φρουρεῖν μήτ' αλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα επεμπον. ̔Ο ουν Αἰμίλιος τέως μὲν κατὰ χώραν εμενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους ηκοντας εγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οιός τε ην, ἐς ̓Απουλίαν ωρμησεν. οἱ δὲ Ταραντῖνοι εν τινι στενοπόρῳ χωρίῳ, δι' ου διελθεῖν ἀνάγκην ειχε, λοχήσαντες, απορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, ους ἐπήγετο, προήγαγε. φοβηθέντες δ' οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ τῶν ̔Ρωμαίων ἀπολέσωσιν, ἐπαύσαντο. ̔Ο δὲ Πύρρος οὐδὲ τὸ εαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ εκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εικοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ ̓Ιταλίᾳ ὀφθέντα· οθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ ̓Ιόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἱ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεδάσθησαν. μόλις δ' ουν πεζεύσας ηλθεν εἰς 2.177 Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, οπως μὴ καθ' ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον εκλεισε, τάχα διὰ τὸν πόλεμον, οπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς οπλοις ἀσκεῖσθαι ἐκέλευεν η διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατέστησεν, ωστε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι. ὁ δὲ διὰ ταῦτα μὴ πρὸς τοὺς ̔Ρωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ηπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν επεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλλυεν. ̓Αρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο, ιν' υποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ' ετι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, επεμπεν αὐτὸν εἰς τὴν Ηπειρον· καὶ ος ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν ̔Ρώμην ἀφίκετο. Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ' ἐν τῇ ̔Ρώμῃ μαθόντες τὸν Πύρρον ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε