264
κηδομένη περ. kappa.1207 οιμαι παρὰ τὸ καίεσθαι ειρηται· τοῖς γὰρ λυπουμένοις επεται ἡ εκκαυσις. Κηλῆσαι. θέλξαι. Κημῶ. χαλιναγωγῶ. Κηρύσσω. παρὰ τὸ γῆρυς, ο σημαίνει τὴν φωνὴν, κατὰ τροπὴν τοῦ ˉγ εἰς ˉκ. η παρὰ τὸ ἐρύσσω, ἠρύσσω, καὶ πλεονασμῷ τοῦ ˉκ, κηρύσσω. Κηρόθι. ἐκ ψυχῆς. εἰ δέ τοι ̓Ατρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον. Κῆχοσ. πρὸ ὀλίγου, η οπου. Τὸ Κ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Κιανόσ. κόλπος. καὶ Κιανὶς ποταμός. Κιβυῤῥαιώτησ. τοπικόν. Κίβδηλοσ. ἀδόκιμος, ἀπεῤῥιμμένος. Κιθαιρών. ορος ἐν τῇ Βοιωτίᾳ. kappa.1208 Κίκυσ. ὁ ὀξὺς, ὁ ἰσχυρός. σημαίνει τὴν ἰσχύν. παρὰ τὸ κίω, τὸ πορεύομαι. ὁ γὰρ ἰσχυρὸς ἐκ τῆς κινήσεως φαίνεται. Κιλίκιοι. δασεῖς. κιλίκιοι τράγοι. τοιοῦτοι γὰρ οἱ ἐν Κιλικίᾳ γίνονται τράγοι. οθεν τὰ ἐκ τριχῶν ἐκτιθέμενα κιλίκια λέγονται. Κίμβροσ. ὁ λῃστής. Κίμβισ. ποταμός. Κιμμερίουσ. φησὶν ̔Ηρακλείδης ὁ Ποντικὸς, ὑποκάτω τοῦ Πόντου ειναι τοὺς Κιμμερίους. †ἀεὶ γὰρ οἱ τοιοῦτοι ἐν χειμῶνι εἰσίν.† κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. καὶ Σκυθικὸν εθνος οἱ Κιμμέριοι. †Κίνιψ. ὁ λιμήν.† Κίναιδοσ. ὁ πόρνος, ὁ ἀσελγής. ὁ κενὸς αἰδοῦς. ουτως ∆ιονύσιος. η παρὰ τὸ κινεῖν τὰ αἰδοῖα. ουτως Ωρος ὁ Μιλήσιος. Κίναδοσ. ἐπὶ τῶν θηρίων. παρὰ τὸ αδδην κινεῖσθαι. πολυκίνητα γὰρ τὰ θηρία. οἱ δὲ καταποθῆναι ὑπὸ τοῦ κινάδεος. καὶ τῷ κινάδει. kappa.1209 Κινδαψόσ. ειδος ὀρνέου. λέγει δὲ καὶ ∆ιονύσιος, οτι εθνος ἐστὶν ̓Ινδικόν. Κίνδυνοσ. φοβεροῦ πλησιασμός. Κίρκοσ. ὁ κωπηλάτης. η ὁ ἱέραξ. Κιῤῥόσ. ὁ κίτρινος. Κιῤῥαῖοσ. ἐθνικός. καὶ ὁ Κιῤῥαίων λιμήν. Κίσ. ὁ σκώληξ. καὶ κλίνεται κιός. Κιχηλάσ. ὁ κίχλας, πλεονασμῷ τοῦ ˉη. κρεάτων ὀρνίθασι κιχηλῶν. Κίων. ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς υψος. παρὰ τὸ τὴν ἰὼν μετοχὴν γέγονεν ιων καὶ κίων. τοῦτο οἱ ̓Αττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ιωνες θηλυκῶς. Κίῤῥισ. ζῶον. Κιγκλισμόσ. ἀντὶ τοῦ τάραχος. ουτως Μένανδρος. ἀπὸ μεταφορᾶς τῆς κιγκλίδος. †Κιλλαγητήρ. ὀνειλάτης.† †Κίλλοι. ονοι.† kappa.1210 †Κίνιφοσ. ὁ ποικίλος.† †Κίγκλοσ. ειδος ὀρνέου.† Κίμβιξ. ὁ φιλοχρήματος. Κιχλισμόσ. μικρὸς γέλως. (Θηλυκόν.) Κίαροσ. ονομα πόλεως. Κία. ἡ μέθη. Κιβωτόσ. ωφειλε διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ διὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν ειρηται. ἀλλ' ἡ παράδοσις τὸ ˉι εχει. καὶ λέγει Ωρος ὁ Μιλήσιος· ισως παρὰ τὸ κίβος γέγονεν, ο σημαίνει τὴν τροφήν. καὶ κίβισος ἡ πήρα η ἡ κιβωτός. παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν, ο σημαίνει τὴν τροφὴν, ἡ εἰς τὸ κίειν καὶ ἰέναι βόσιν εχουσα. Κιγκλίσ. τὸ τοῦ δικαστηρίου κάγκελον, η ἡ σωλεία. kappa.1211 Κιβωτόσ. διὰ τοῦ ˉι γράφεται, τῷ λόγῳ τοῦ θλίβω. Κίδαρισ. περίθεμα κεφαλῆς ευκοσμον, δι' ου οἱ ἱερεῖς τὸ παλαιὸν ἐκοσμοῦντο. η ἐκ τριχῶν καμελαύκιον. ἀνὴρ παρὰ Πέρσαις τὴν κίδαριν ἀνεδήσατο. Κίθαρισ. παρὰ τὸ κεύθειν τὸν ερωτα. †Κικονία. γῆ.† Κιμωλόσ. νῆσος. Κιμωλία. νῆσος. καὶ ὁ γύψος. Κίμαρα. τόπος. Κιναύρα. ἡ τῶν τράγων δυσοδμία. Κιννύρα. οργανον μουσικόν. Κίνησισ. ἀγὼν, πόλεμος, σεισμός. η κίνησις ἐστὶν ἡ ἐντεύχεια καὶ ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν ο ην. κίνησις θεωρεῖται ἐν τῇ οὐσίᾳ, καὶ ἐν τῷ ποσῷ καὶ τῷ ποιῷ, καὶ ἐν τῇ ποῦ κατηγορίᾳ. ἐν μὲν τῇ οὐσίᾳ γέkappa.1212 νεσις καὶ φθορά· ἐν τῷ ποσῷ αυξησις καὶ μείωσις· ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις· ἐν δὲ τῷ ποῦ τὸ κυκλοφορούμενον καὶ τὸ ἐπ' εὐθείας κινούμενον. καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά· τὸ δὲ δεύτερον ἁπλῶς ἐπ' εὐθείας κίνησις. ἑπτὰ δὲ εἰσὶν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις· τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαί· ἡ ανωθεν· ἡ κάτωθεν· ἡ ἐντός· ἡ ἐκτός· ἡ δεξιά· ἡ ἀριστερὰ καὶ ἡ κυκλοφορουμένη. Κῖοσ. πόλις Μυσίας. ἀπὸ Κίου τοῦ ἡγησαμένου τῆς τῶν Μιλησίων ἀποικίας. τὸ ἐθνικὸν Κιανός. †Κίσηρισ. τὸ κισήριον. παρὰ τὸ ἐν τῷ κινεῖσθαι σαίρειν.† Κίσσηρισ. βούνευρον. η ειδος ὁμαλιστηρίου. Κισσία. χώρα. Κίσσινα. πόλις. Κίσσα. τὸ ζῶον. Κίστη. ἡ θήκη. kappa.1213 Κίτωρα. πόλις. τινὲς δύο ˉτˉτ γράφουσι. †Κιφήν. ἡ ἀλώπηξ.† Κιχῶναι. τὰ μεσόσκελα. Κίνησιν. κίνησιν ὁ θεόλογος Γρηγόριος τὴν τοῦ θεοῦ πρὸς ἑαυτὸν ἐπιστροφήν τε καὶ σύννευσιν. ἐκινεῖτο μὲν γὰρ ὁ θεὸς τοῦ οἰκείου κάλλους τὴν αιγλην θεωρῶν. ἐκινεῖτο δὲ βλέπων καὶ τοὺς τύπους τοῦ