264
ἐξουσίαν ἐν νεότητι, θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος.» «Οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε, αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Παίδων φείδεσθαι πατρικὸς νόμος. Καταγελάστον ἀνθρώπῳ τῷ τῶν ἰδίων τέκνων, καὶ οἰκείων ἀφειδήσαντι, καὶ παιδεύειν ἐπιχειροῦντι ξένους Μὴ συγχώρει τὸν υἱόν σου τοῖς ἀπαιδεύτοις καὶ ἀγερώχοις νέοις ξυνομιλεῖν καθ' ἑκάστην ξυναγελάζεσθαί τε καὶ ξυνεσθίειν, ἵνα μὴ τελευταῖον ἐπὶ τῇ ἐξωλείᾳ τοῦ παιδὸς, καὶ ἐπὶ τῇ αἰσχύνῃ κατανυγῇς τὴν ψυχήν σου μεγάλως, καὶ ὑπεύθυνος γένοιο τοῖς τῶν ἐχθρῶν σκώμμασι. Τὰ γὰρ αἴσχη τῶν παίδων καὶ τὰ πονηρεύματα τοῖς γονεῦσιν ἐπιγράφεσθαι εἴωθεν.
ΤΙΤΛ. ΚΕʹ. -Περὶ πείρας πρὸς Θεὸν γενομένης, καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν
Θεόν. «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» «Προσέθετο Κύριος ὁ Θεὸς λαλῆσαι
τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδὲ οὐ μὴ πειράσω Κύριον.» «Μὴ ἐκπειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.»
ΤΙΤΛ. Κϛʹ. -Περὶ πλήθους καὶ δήμου πόλεως.
«Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. Οὐ προστεθήσῃ μετὰ πλειόνων ἐκκλῖναι κρίσιν.» «Οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.» «Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβάλλῃς σεαυτὸν ἐν ὄχλῳ.» «Ἀπὸ τριῶν εὐλαβήθη καρδία μου· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν, ὑπὲρ θάνατον πάντα λυπηρά.» Φιλοῦσιν οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατασχῶσι τὰς ὀργὰς, ὡς πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβῃ, τὸ ἀνάπτεσθαί τε καὶ ἁναῤῥήγνυσθαι.
ΤΙΤΛ. ΚΖʹ. -Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς καιροὺς ἢ
ἀνθρώπους παρατηρεῖσθαι. «Τηρῶν ἄνεμον, οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις, οὐ θερίσει.»
«Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐνπόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ ἐν Νεομηνίᾳ, ἢ Σαββάτῳ, ὅ ἐστι σκιὰ τῶν μελλόντων.» Οἶδα τινας, ὅτι Χριστιανοὶ ὄντες, ἰουδαΐζουσιν, λέγοντες· Σήμερον Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστί μοι εὐεργεσίαν ποιῆσαί τινι. Ἔρχεται νεομηνία· καὶ ὡσαύτως φωνὰς ὀρνέων φυλάσσουσιν, καὶ κληδονισμοὺς παρατηροῦνται, ἐπιδοῦναί τινι ἄρτον. Καὶ πάλιν· Σήμερον Πάσχα ἐστὶν, αὔριον γενέθλια, εἰς τρίτην ἀρχὴ σπορᾶς, καὶ οὐ δύναμαί τι ἐξενελκεῖν ἐκ τῆς οἰκίας μου. Ταῦτα ὅλα Ἰουδαϊκὰ τυγχάνει. Εἰ ταῦτα ποιεῖ τις, ὀφείλει καὶ ἄζυμα ἐσθίειν, καὶ περιτέμνεσθαι, καὶ μετὰ Ἰουδαίων ζῇν. Καὶ τί λέγω περὶ Σαββάτων, καὶ νουμηνιῶν, καὶ πραγμάτων Ἰουδαϊκῶν· Οἶδα πολλοὺς βάπτισμα ἔχοντας, καὶ αἱρετικῶν πράγματα ἐπιτελοῦντας. Μετὰ γὰρ τὴν ἡλίου δύσιν παρατηροῦνται πῦρ διδόναι τῷ γείτονι. Οὐαὶ τοῖς ταῦτα ποιοῦσιν! Ὅσοι ταῦτα παραφυλάττονται, παρακούσαντες τοῦ Θεοῦ, ὑπὸ χάριν οὐ τυγχάνουσι, μὴ δεξάμενοι τὸ Εὐαγγέλιον, ἀλλὰ τοὺς Ἰουδαίους καὶ τοὺς αἱρετικοὺς μιμησάμενοι, τὴν μερίδα αὐτῶν ἐκληρονόμησαν. Τὸν γὰρ Χριστιανὸν οὐδὲν τούτων παραφυλάττεσθαι χρή· μὴ παρατηρεῖσθαι ἡμέρας, 96.300 καὶ ὥρας, καὶ ἀνθρώπους, καὶ κληδονισμούς. Πολλοὶ οὖν ἐργαζόμενοι τὸ ἀγαθὸν, ἐπελθόντος τοῦ Σατανᾶ, καὶ καταλύσαντος αὐτὸ, οὐκ ἐπιγράφουσι τὴν αἰτίαν ἐκείνῳ, ἀλλὰ λέγουσιν· Ὁ δεῖνα ὁ ἄνθρωπος παραγενόμενος ἐβάσκηνε τῷ ἔργῳ· ἐπιγράφοντες τὴν αἰτίαν τῷ ἀνθρώπῳ. Ὁ