264
Παῖδας ἐνταῦθα οὐ τοὺς νέους, ὥς τινες ὑπέλαβον, ἀλλὰ τοὺς δού λους καιεῖ. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμα χος, καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· καὶ ὁ Ἑβραῖος Ἀβδὴ λέγει. Οὕτω δὲ καὶ ὁ Σύρος. Καὶ τὸ αἰνεῖτε ὁ Ἑβραῖος Ἀλληλούϊα εἶπεν· ὡς εἶναι δῆλον ὅτι Ἀλληλούϊα, Αἰνεῖτε Κύριον ἑρμη νεύεται. 80.1785 "Αἰνεῖτε τὸ ὄνομα Κυρίου. [βʹ] Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Προσήκει, φησὶν, ὑμᾶς δούλους ὄντας, καὶ ἀπὸ τοῦ Θεοῦ τὸ εἶναι λαβόντας, ὑμνεῖν αὐτοῦ τὸ ὄνομα, κἂν ἀγνοῆτε τὴν φύσιν. Ἔχει μὲν γὰρ τὴν εὐλογίαν καὶ τὴν εὐφημίαν ἄναρχον καὶ ἀήττη τον. Τὸ γὰρ, "ἀφὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος" δηλοῖ τοῦτο. ∆εῖ δὲ ὅμως καὶ ἡμᾶς, οἷα δὴ ποιητῇ, προσφέρειν τὸν χαριστήριον ὕμνον. γʹ. "Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου." Τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν ὁ ψαλμὸς προεθέσπισε. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς οὐδὲ παρὰ πάντων Ἰουδαίων ὑμνεῖτο, ἀλλὰ παρ' ὀλίγων τῶν εὐσεβείᾳ συζώντων· μετὰ δὲ τὴν ἐκ Παρ θένου γέννησιν, καὶ τὸ σωτήριον πάθος, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κηρύκων τῆς ἀλη θείας, "καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν," καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Τοῦτο καὶ δι' ἑτέρου προφήτου ὁ τῶν ὅλων ἔφη Θεός· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά." Συνῳδὰ δὲ τούτοις καὶ ἡ πνευματικὴ μελῳδία θεσπίζει. δʹ. "Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ." Ἅπαντα γὰρ τὰ ἔθνη μεμάθηκεν ὡς αὐτός ἐστιν ὕψιστος, καὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, καὶ ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενος. εʹ. "Τίς ὡς ὁ Κύριος ὁ Θεὸς ἡμῶν;" Πολλάκις τοῦτο ἡ θεία Γραφὴ λέγει. Καὶ γὰρ ὁ μακάριος Μωϋσῆς τοῦτο λέγει· "Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύ ριε;" Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις; Καὶ ὁ μακάριος ∆αβὶδ, ὅτι "Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Καὶ πάλιν, ὅτι "Τίς Θεὸς παρὲξ τοῦ Κυ ρίου, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;" ∆ιὰ πάντων δὲ τούτων τὸ ἀσύγκριτον τοῦ Θεοῦ τῶν ὅλων μαν θάνομεν, καὶ ὅτι οὐδὲν τῶν ὄντων παραβληθῆναι δύναται τῇ τοῦ Θεοῦ φύσει, ἢ δυνάμει, ἢ ἐνερ γείᾳ. "Ὁ ἐν ὑψηλοῖς οἰκῶν, [ʹ] Καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ." Τοῖς οὐρα νοῖς γὰρ ἐνδιαιτᾶσθαι δοκῶν ἐποπτεύει τὰ σύμ παντα, καὶ οὐδὲν ἀτημέλητον τῶν ὄντων ἐᾷ. ζʹ, ηʹ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ 80.1788 ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ." Ταῦ τα καὶ ἡ μακαρία εἴρηκεν Ἄννα, τὸν χαρι στήριον ὕμνον ὑφαίνουσα τῷ Θεῷ. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. Οὕτω τὸν μακάριον ∆αβὶδ ποιμένα ὄντα βασιλέα πεποίηκεν· οὕτω τὸν Ἰωσὴφ εἰς δουλείαν μεταπεσόντα ἐπὶ τὸν βασιλικὸν κεκάθικε θρόνον· οὕτω τὸν Μωϋσέα προβατέα γινόμενον δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ Θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τὰ τῇ πτωχείᾳ τῆς ἀσεβείας δουλεύοντα, καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας ἐπικαθήμενα, τῶν τῷ Ἰσ ραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀν θρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ θανάτου πυθμένα ἀνέλαβε, καὶ ἀνήγαγε, καὶ ἐκάθι σεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότη τος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. θʹ. "Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην." Καὶ τοῦτο ὡσαύτως ἔστιν ἰδεῖν καὶ ἐπ' ἀνθρώπων συμβαῖνον. Καὶ γὰρ καὶ τὴν Σάῤῥαν, καὶ τὴν Ῥεβέκκαν, καὶ τὴν Ῥαχὴλ, καὶ τὴν Ἄνναν, καὶ τοῦ Σαμψὼν τὴν μητέρα, καὶ τὴν Ἐλισάβετ, στερίφας οὔσας, μητέρας παίδων ἀπέφηνεν. Κυριώτερον δὲ τοῦτο καὶ ἀληθέστερον ἐπὶ τῆς Ἐκκλησίας ἔστιν ἰδεῖν· στεῖραν γὰρ ταύ την οὖσαν πάλαι, καὶ ἄπαιδα, μητέρα πεποίη