264
ἀνεκλάλητος, ζωὴ ἀμήρυτος, εὐφροσύνη αἰώνιος, τρυφὴ παραδείσου, τῆς Ἁγίας Τριάδος ἔλλαμψις, πᾶσα ἄλλη καὶ λεγομένη καὶ νοουμένη μακαριότης. ∆εῦρο δὴ οὖν, δεῦρο, τέκνον, ἀνάνηψον, ἀνακλήθητι, ἀνακαινίσθητι, ῥῖψον τὰ συμπλακέντα σοι ὑπὸ τοῦ ἐχθροῦ σχοινία τῆς ἁμαρτίας, διατμήθητι τῆς Εὔας, πρόσελθε τῷ ἀμνησικάκῳ καὶ φιλανθρωποτάτῳ Ἰησοῦ. ἄντικρυς βοᾷ· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ταῖς ἁμαρτίαις. ὑπαντᾷ, περιπλέκεται, εἰσοικίζεται, οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἄγει καὶ πάλιν ἑορτήν, σῴζει τὸν ἀσωτευθέντα. ναί, δέομαί σου, τέκνον, ἄκουσον, ἐξάφθητι, τρῶσον τὸν τρώσαντά σε. ἧκε οὖν, ἧκε τάχει πρὸς ἡμᾶς τοὺς ἁμαρτωλούς· ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ σοῦ, ἐγὼ ἐγγυητὴς τῆς σωτηρίας σου, ἐγώ σε ἰατρεύσω ἁπαλοῖς φαρμάκοις, ἐγὼ σὺν θεῷ ὁ τάλας ἀσπάσομαί σε ὑπὲρ τὸ πρότερον. μόνον πρόσδραμε, μόνον μὴ στῇς ἔτι, ἀλλὰ τὴν μὲν Εὔαν ἀφεὶς εἰς ἑαυτὴν παίζειν (εἰ δ' οὖν ἀκούει θείως, ἐμβαλὼν εἰς σεμνεῖον), σαυτὸν δὲ παρέξεις τῷ θεῷ καὶ ἡμῖν. διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα τούτων ἀκούων ἀλλάξῃς ἑαυτόν, κατεπείγων πρὸς ἡμᾶς πρὶν ἢ φθάσῃ τὸ τέλος, πρὶν ἢ ἀποκλείσῃ κατὰ σοῦ ἡ ἀπαραίτητος ἀπόφασις. 432 {1Θεοφίλῳ ἡγουμένῳ}1 Οὐκ ὀλίγα τὰ ἀκουσθέντα μοι περὶ τῆς τιμιότητός σου, ἃ καὶ ἐλύπει με οὐ μετρίως, ὅμως ὅτι ἀπεσκευάσθησαν διὰ τοῦ τιμίου σου γράμματος. καί γε δέδεκταί σου, τολμῶ λέγειν, ὁ Κύριος τὴν μετάνοιαν καὶ τὴν ἀπολογίαν τῆς ἐν τῷ μοναστηρίῳ ἀνθυποστροφῆς, εἰ καὶ οὐκ ἀστεία τηνικαῦτα ἦν, ὅτε Χριστὸς ἐδιώκετο· ἄρτι δέ, ἐπὰν ἐλώφησεν ὁ διωγμός, τίς λόγος ὑποστροφῆς καὶ οὐχὶ μᾶλλον ἀθλήσεως; ἀπ' ἐμοῦ, φησίν, ὄψεσθε, καὶ οὕτως ποιήσατε. τοῦτό σε ἔδει φθέγξασθαι τοῖς φοιτηταῖς, ἐκκαλουμένοις οἴκοι ἐπαναδραμεῖν, οὐχ ὑπακοῦσαι καὶ γενέσθαι ὑποτύπωσιν ἥττης, καὶ ταῦτα μετὰ τὴν πτῶσιν· ἢ οὐκ οἶσθα ὅτι ἐπ' ἀρνήσει Χριστοῦ ἦν ἡ κοινωνία σοί τε καὶ τοῖς συναπαχθεῖσιν ἀθέως; εἶτα, ἐπειδὴ εἵλου μετάνοιαν διὰ τῆς ὑποχωρήσεως (τοῦτο γὰρ τὸ κεφάλαιον τῆς μετανοίας καὶ ἧς ἄνευ ἀμεταμέλητος ἡ πτῶσις), τί πάλιν ἐπὶ τὸ πλημμελὲς ἀνέκαμψας (σύγγνωθι, πάτερ, ἀναγκάζομαι ἐπιδόντος σου σεαυτὸν τῇ ταπεινώσει μου λέγειν σοι ὡς ἀπὸ στόματος Κυρίου τὰ προσήκοντα), τί οὐ πάντας ἢ ὁμοτρόπως συνδιώκεσθαί σοι νενουθέτηκας ἤ, μὴ βουλομένους, εἴασας ὡς μισοχρίστους, ὡς φιλοσάρκους, ὡς ἀπειθεῖς, ἀλλ' οὐχ υἱούς; κἀν τούτῳ καὶ τὴν ἧτταν ἂν ἀνεκαλέσω καλῶς καὶ τοῖς ὑπὸ χεῖρα ἐγένου ὑπογραμμὸς χρηστὸς καὶ τῇ ἐκκλησίᾳ Χριστοῦ ὤφθης οἰκοδομὴ ἀντὶ καταλύσεως προτέρας. Οὕτως εἰργάσατο ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἡγούμενος τοῦ Μηδικίου, οὕτως ὁ ἁγιώτατος πατὴρ ἡμῶν τῆς Λαοδικείας, ἐπεὶ καὶ ἕτεροι. δυοῖν θάτερον, εἰ οὗτοι ἐννόμως, αὐτὸς ἀνόμως καὶ εἴ τίς σοι ὁμοίως δέδρακεν. ἀλλ' εἰσί τινες, ὡς μανθάνω, τῆς συμπτωματικῆς συστοιχίας (ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι), οἳ λέγουσιν ὑπὲρ αὐτῆς μηδ' ὁτιοῦν μετανοεῖν μηδ' αὖ ἓν συγχωρητικὸν καὶ μόνον ἐξαιτεῖν, καὶ καλῶς πεποιηκέναι· ἐξ οὗ καὶ οἱ ἀδελφοί, φασί, σέσωνται καὶ οἱ ναοὶ ἀσίαντοι. ὢ τῆς πωρώσεως· ὢ τῆς θεομαχίας· Χριστὸς ἤρνητο, ἀθετουμένης τῆς ἁγίας αὐτοῦ εἰκόνος, ἡ Θεοτόκος, ὁστισοῦν τῶν ἁγίων, δι' ὧν καὶ ἀρχιερεὺς ἐδίωκτο καὶ ἐπίσκοποι περιωρίζοντο καὶ ἡγούμενοι ταὐτοπαθοῦντες, μοναχοὶ καὶ μονάζουσαι, λαϊκοί, λαΐζουσαι, οἱ μὲν τυπτόμενοι, οἱ δὲ φρουρούμενοι, ἄλλοι λιμοκτονούμενοι, ἕτεροι ξεόμενοι, ἄλλοι θαλαττευόμενοι, ἕτεροι θανατούμενοι, ἄλλοι κρυπταζόμενοι, ἕτεροι δραπετεύοντες. πλήρεις αἱ ἐρημίαι καὶ τὰ σπήλαια, πλήρη τὰ ὄρη καὶ αἱ νάπαι· σάρκες κοπτόμεναι, αἵματα ῥέοντα, ἡ καθ' ἡμᾶς οἰκουμένη κωδωνιζομένη τῷ διωγμῷ, πᾶσα ἡ ὑπ' οὐρανὸν ὡς εἰπεῖν στοναχίζουσα καὶ κατακλάουσα. καὶ σύ, ὦ τρισάθλιε, ἑαλωκὼς τῇ ψυχοφθόρῳ κοινωνίᾳ καὶ μένων εἰς τὸ ὀλετήριον (ἐπὰν οὕτως, ἀλλ' οὐ μοναστήριον) λέγεις εὖ ἔχειν καὶ ἐγγελᾷς τοὺς χριστοφόρους, μᾶλλον δὲ αὐτὸν Χριστόν, ὑπὲρ οὗ καὶ τὸ