τὸ ἕνεκεν, ἀλλ' εἰ καὶ ἀμφότερα αἰτιολογικά εἰσιν, ὅμως τὸ μὲν χάριν ἐπὶ τῶν χάριτος ἕνεκεν γινομένων τίθεται, οἷον· Ἀχιλλεὺς χάριν Μενελάου ἐστράτευσεν, αὐτὸ δὲ τὸ ἕνεκεν ἐπὶ τῶν ἁπλῶς διά τι, οἷον· Ἕλληνες ἕνεκεν τῆς Ἀλεξάνδρου ὕβρεως ἔπλευσαν εἰς Τροίαν.] Τὸ δὲ «κήλειον πῦρ» δῆλον, ὡς καὶ κήλεον λέγεται ὁμοίως τῷ δαιδάλειον δαιδάλεον καὶ τοῖς τοιούτοις. (ῃ. 743 ς.) Τὸ δὲ «ἐπὶ νηυσὶ φέροιτο σὺν πυρί» παράφρασίς ἐστι καινοτέρα τοῦ πῦρ φέρει ἐπὶ τὰς νῆας. 3.794 ΕΚ ΤΩΝ ΤΗΣ ΠΙ ΡΑΨΩΙ∆ΙΑΣ Ὅτι ἡ μὲν διὰ τῆς τῷ ποιητῇ φίλης φράσεως ἐπιγραφὴ τῆς Πῖ ῥαψῳδίας αὕτη· Πῖ Πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή. ἡ δὲ ἑτέρα μιᾷ λέξει στενοχωρεῖται. λέγεται γὰρ Πατρόκλεια διὰ τὸ τὰ κατὰ Πάτροκλον ἱστορεῖν. διὰ τί δὲ προπαροξύνεται, προδεδήλωται. (ῃ. 1) Ὅτι ἐν πολλοῖς ὁ ποιητὴς (195) χρώμενος ἐννοίαις καταστατικαῖς καὶ ἀναπαυούσαις τὰ προλαβόντα, οἷον «ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν», «ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον», «ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν», «ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον», «ὣς ὃ μὲν ἐν κλισίῃ Μενοιτίου ἄλκιμος υἱός», φησὶ καὶ ἐνταῦθα «ὣς οἳ μὲν περὶ νηὸς εὐσέλμοιο μάχοντο». Ἔστι δέ, φασί, σέλμα, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ μεταξὺ τῶν τοίχων τῆς νεώς, ὃ καὶ ζυγὸς καὶ σελὶς καλεῖται, καθέδρα ὂν ἐρέτου, ὅθεν εὔσελμος ναῦς. Γίνεται δὲ τὸ ῥηθὲν σέλμα παρὰ τὸ σέλλω, τὸ ὁρμῶ, τὸ αἴτιον ὁρμῆς τῇ νηΐ. διὸ καὶ Σοφοκλῆς θοὸν εἰρεσίας λέγει ζυγόν, οὐχ' ὡς αὐτὸν ταχὺν ἀλλ' ὡς τοῦ θέειν αἴτιον. ἀπὸ δὲ τοῦ σέλλω καὶ σόλος ὁ δίσκος ὁ μετὰ ὁρμῆς βαλλόμενος, ὡς στέλλω στόλος. Ἤδη δὲ ἐδηλώθη ὡς εὔσελμος ναῦς καὶ ἡ καλὰ σπάρτα ἔχουσα. σελμὶς γάρ, φασί, τὸ σπαρτίον. (ῃ. 2-4) Ὅτι Πάτροκλος «Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν», 3.795 σιωπῶν διὰ πένθος πολύ, «δάκρυα θερμὰ χέων, ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ», ἤτοι μέλαν, ἢ μᾶλλον μετὰ δονήσεως φερόμενον καί τινος ἤχου, ὡς ἀρέσκει τοῖς παλαιοῖς, ὁποῖα τὰ κελαρύζοντα. Ὑπερβολικὸν δὲ κἀνταῦθα τὸ τοσοῦτον καὶ τοιοῦτον δάκρυον, ὃ παραδηλοῖ ἡ παραβολή, δακρύων μὲν ἀθρόαν χύσιν ἐμφαίνουσα, λεχθεῖσα δέ που πρὸ τούτων καὶ ἐπὶ Ἀγαμέμνονος. Καὶ οὕτω μὲν ἡ Ὁμηρικὴ Μοῦσα μεγεθύνει τὰ τοῦ ἥρωος ἐπὶ τοῖς Ἀχαιοῖς δάκρυα, [κλείουσα μὲν ἀφωνίας μοχλῷ τὰς τοῦ λέγειν θύρας, διαπεταννῦσα δὲ τὰς τοῦ δακρύειν, ὡς προτρέχειν τοῦ λόγου οἰκτρῶς τὰ δάκρυα.] (ῃ. 7-11) Ὁ δέ γε Ἀχιλλεὺς ὡς εἴπερ αὐτὸς οὐκ ἐφάνη κλαίων, καὶ ταῦτα ἕνεκεν παλλακίδος μιᾶς, θαυμάζει. μᾶλλον μὲν οὖν κατασμικρύνει αὐτὰ διὰ τὸ ἐν αὐτοῖς φαινόμενον πολὺ τοῦ οἴκτου, λέγων «τίπτε δεδάκρυσαι Πατρόκλεις ἠΰτε κούρη νηπίη», τουτέστιν οὐχ' ὡς ἁπλῶς κόρη, κόρη γάρ που ἐρρέθη καὶ ἡ Βρισηῒς καὶ ἡ Χρυσηΐς, ἀλλὰ ὡς κόρη νηπία, «ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει, εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένη κατερύκει, δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ' ἀνέληται. τῇ», ἤγουν ταύτῃ, «ἵκελος, Πάτροκλε, τέρεν κατὰ δάκρυον εἴβεις», τὸ ἐκ τειρομένης δηλαδὴ καρδίας, [ἢ καὶ ἄλλως, τὸ τερενοποιόν, ἤγουν μαλακτικόν, καθὰ καὶ κῶμά που μαλακὸν τὸ μαλακοποιὸν δι' ἀνάπαυσιν.] Ἰστέον δὲ ὡς τῶν ῥηθεισῶν παραβολῶν ἡ μὲν τῆς κρήνης πρὸς τὸ «δάκρυα χέων» εἴρηται, ὅπερ ἀλλαχοῦ συνθέτως λέγεται δακρυχέων. ὡς γὰρ κρήνη χέει ὕδωρ, οὕτω καὶ ὁ Πάτροκλος δάκρυα. ἡ δὲ ἐκ τοῦ ἀστείου χαρακτῆρος τῆς νηπίας κόρης πρὸς ἄλλο παντελῶς οὐδέν ἐστιν ἀλλ' ἢ πρὸς μόνον τὸ λιπαρῶς καὶ δαψιλῶς καὶ φιλοίκτως δακρύειν τὸν Πάτροκλον. μητρὸς δὲ εἰκόνα ἢ ἄλλο τι τῶν τῆς παραβολῆς οὐκ ἔστιν ἐνταῦθα συμβιβάσαι, ἀλλὰ δίχα τοῦ πρὸς κόρην κλαίουσαν εἰκασθῆναι τἆλλα διὰ τὸ τῆς παραβολῆς ἐντελὲς πέφρασται συνήθως τῷ ποιητῇ. (ῃ. 5) Ὅτι δὲ οἶκτον εἶχε τὸ τοῦ Πατρόκλου δάκρυον, ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν «τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς». καὶ ταῦτα μὲν ἐν τούτοις. (ῃ. 3) Μελάνυδρος δὲ κρήνη καὶ ἐνταῦθα ἢ ἡ βαθύϋδρος καὶ διὰ τοῦτο δυσόρατος, ἢ ὅτι, εἰ καὶ διαφανές, ἀλλὰ μέλαν ἄλλως τὸ ὕδωρ, ὡς καὶ ἐν τοῖς ἑξῆς λέγει λύων τὴν σύνθεσιν τῆς μελανύδρου κρήνης ἐν τῷ «λάψοντες μέλαν ὕδωρ». δῆλον δέ, φασί,