265
βασιλέως γράμματα ἐδήλου. ἐπέμπετο δὲ διὰ μοναχοῦ τινος ἀρετῆς ἀντιποιουμένου καὶ ζήλῳ τῷ πρὸς τὰ καλὰ ἑκοντὶ τὸν κίνδυνον ὑπελθόντος. πατριάρχης δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, οὐδὲν μὲν πρὸς τὰ γεγραμμένα ἀπεκρίνατο, τὸν μοναχὸν δὲ ἐκέλευε δεσμωτηρίῳ κατακλείειν, ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων, ὥσπερ ἔργοις τὴν ἀπολογίαν πεποιημένος, ὅτι μᾶλλον τὸν πόλεμον αἱροῖτο τῆς εἰρήνης. ἡ βασιλὶς δὲ ἐκ τῶν πραττομένων συνορῶσα τόν τε πόλεμον, ὡς πολλῶν ἔσται κακῶν αἴτιος Ῥωμαίοις, τόν τε βασιλέα Καντακουζηνὸν οὐδὲν παρὰ τὸν τοῦ πολέμου χρόνον εἰργασμένον, ἐξ ὧν ἄν τις οἰήσαιτο ἀληθῆ τὰ εἰρημένα εἶναι κατ' αὐτοῦ, ἐπλήττετό τε τὴν ψυχὴν δεινῶς καὶ μετέμελεν αὐτῇ τῆς πρὸς τὸν πόλεμον ὁρμῆς. ὅθεν καί ποτε, τῆς γυναικωνίτιδος συνούσης μόνης, «δοκεῖ μοι,» ἔφασκεν «ἀπάτην ἠπατῆσθαι οὐ μετρίαν, τὰ οὐκ ὄντα πεισθεῖσαν περὶ Καντακουζηνοῦ. ἐξετάζουσαν γὰρ, ὅσα ἐκεῖνος παρὰ πάντα εἴργαστο τὸν τοῦ πολέμου χρόνον, μηδὲν εὑρίσκειν, ᾧ πεισθείη, ὡς ἐπεβούλευε παισὶ τοῖς αὐτῆς ἐκεῖνος. αὐτὴν δὲ 2.203 τὴν ἐκ τῶν πραγμάτων ἀπόδειξιν ἐναργεστάτην οὖσαν παριδοῦσαν, λόγοις μηδὲν ἔχουσιν ὑγιὲς προσχεῖν, ἐξ ὧν οὐχ ἑαυτὴν μόνον, ἀλλὰ καὶ τὰ Ῥωμαίων βλάψειε πράγματα οὐ μέτριά τινα. ἐρομένων δὲ τῶν γυναικῶν, καὶ ποία ἄν τις ἐπινοηθείη θεραπεία τῶν κακῶν, βασιλέως ἐκείνου ἤδη γεγονότος· ῥᾳδία, ἔφασκεν ἡ βασιλίς. Καντακουζηνὸν γὰρ, καὶ βασιλέως ἔτι περιόντος, ἐσθῆτα μὲν οὐ περιβεβλῆσθαι βασιλικὴν, δύναμιν δὲ ἔχειν βασιλέως. τί οὖν θαυμαστὸν, εἰ ἃ ὑπὸ τὴν ἰδιωτικὴν ἐσθῆτα ἔπραττε, τὰ ἴσα νῦν καὶ τὴν βασιλικὴν ἔχων πράττοι; εὐνοίας δὲ ἕνεκα τῆς πρὸς ἐμὲ καὶ βασιλέα τὸν υἱὸν, καὶ μήπω τοῦ πολέμου κεκινημένου, τὴν θυγατέρα Ἑλένην βασιλεῖ τῷ ἐμῷ υἱῷ συνεθέμεθα πρὸς γάμον ἀγαγεῖν. οὗ δὴ γεγενημένου νῦν, ὅ,τε πόλεμος καταλυθήσεται ῥᾳδίως, καὶ τὰ πράγματα ὑπ' ἐκείνῳ, ὥσπερ καὶ πρότερον, διοικηθήσεται. εἰ δὲ μὴ, οὐδὲν ἔσται τὸ κωλῦσον τὴν Ῥωμαίων ἡγεμονίαν αὐτὴν ὑφ' ἑαυτῆς διαφθαρῆναι.» αἱ μὲν οὖν τῶν γυναικῶν ἐπεψηφίσαντο τὰ εἰρημένα ὡς ὀρθῶς καὶ λυσιτελῶς βεβουλευμένα. ταῖς δὲ ἐδόκει μὴ λυσιτελεῖν· ἅμα δὲ ἡμέρᾳ εἰς τὴν ὑστεραίαν Ἀποκαύκῳ ἐμηνύετο τῷ παρακοιμωμένῳ τὰ εἰρημένα. ἐκεῖνος δὲ νομίσας, περὶ τῶν ἐσχάτων αὐτοῖς τὸν κίνδυνον τὰ εἰρημένα ἄγειν, πρὸς πατριάρχην καὶ τοὺς τῆς κατὰ βασιλέως συμμετασχόντας ἐπιβουλῆς ἐλθὼν, «ἀπολώλαμεν» εἶπε «καὶ εἰς ἔσχατον κιν 2.204 δύνου ἐκ πολλῆς εὐτυχίας τὰ πράγματα ἡμῖν ἀθρόον περιέστη. ἡ βασιλὶς γὰρ οὐκ οἶδ' ὅθεν ὁρμηθεῖσα, διαλύεσθαι πρὸς Καντακουζηνὸν διενοήθη ἐπὶ τῷ βασιλέα τε αὐτὸν στέργειν καὶ Ἑλένην τὴν θυγατέρα βασιλεῖ πρὸς γάμον ἁρμόζειν τῷ υἱῷ. ἃ εἰ γένοιτο, οὐδεμία τις ὑπολέλειπται ἡμῖν ἐλπὶς τοῦ μὴ ἐξ ἀνθρώπων ἀφανισθέντας καινῷ τινι τρόπῳ πανοικεσίᾳ ἀπολέσθαι. ἴστε γὰρ αὐτοὶ, ὅσα ἡμῖν κατ' ἐκείνου κατηγόρηνται, ἃ πάντα χρὴ ἐνθυμουμένους, πᾶσαν ἐπιδείξασθαι σπουδὴν, ὥστε μὴ μόνον γίνεσθαι σπονδὰς ἐᾷν, ἀλλὰ καὶ τὸν πόλεμον, ὡς οἷόντε, ἀνάπτειν. οὐδὲν γὰρ ἢ τοῦτο λυσιτελέστερον ἡμῖν. ἐδόκει μὲν οὖν κἀκείνοις δεινότατα τὰ βασιλίδι βεβουλευμένα· σκεπτομένοις δὲ, ᾗ χρὴ τὸν κίνδυνον διαφυγεῖν, ἐδόκει δεῖν πρὸς βασιλίδα ἀπελθόντας καὶ ἢ ἀπάταις χρησαμένους ἢ φοβήσαντας ἀπειλαῖς, πείθειν αὐτὴν δι' ὅρκων ἐμπεδοῦν, ὡς, εἰ μὴ πρότερον συνεπιψηφίζοιντο καὶ αὐτοὶ, μήτε πράττειν, μήτε βουλεύεσθαί τι περὶ τῆς πρὸς Καντακουζηνὸν εἰρήνης. λδʹ. Οὕτω δὲ συνθέμενοι πρὸς βασιλίδα ἧκον. προσαγορεύσαντες δὲ, «ἡμεῖς» εἶπον «πάντες, καὶ μάλιστα πατριάρχης, ἐν τοῖς πρώτοις ἦμεν τῶν Καντακουζηνοῦ τεταγμένοι φίλων, καὶ πολλῶν ἐκείνου καὶ μεγάλων ἀπηλαύσαμεν τῶν εὐεργεσιῶν. μέχρι μὲν οὖν κἀκεῖνος εὔνους τε ὑμῖν τοῖς βασιλεῦσιν ἦν καὶ τὰ δίκαια διενοεῖτο πράττειν, οὐδ' ἡμῶν οὐδεὶς οὐχ ὅτι πολεμεῖν, ἀλλ' οὐδ' ἀντιφθέγγεσθαι ἐτόλμα. 2.205 ἐξ ὅτου δὲ ἄδικα καὶ παράνομα διενοήθη καὶ τοῦ πολλὰ πεφιληκότος βασιλέως κτείνειν ὥρμητο τοὺς παῖδας καὶ τὴν Ῥωμαίων βασιλείαν ἑαυτῷ περιποιεῖν, μισήσαντες τὴν γνώμην ὡς ἀπάνθρωπον καὶ πονηρὰν,