265
ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ ̓Ιταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν εχειν 2.178 ἀνανταγώνιστον. στρατιώτας τε ουν κατέλεγον καὶ χρήματα ηθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ινα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς τὴν ̔Ρώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε οτι τοὺς τῶν ̔Ρωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο. Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς αλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ αστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ινα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον καταπλήξειν ηλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, ους ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν ειλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, ειρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις. Καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε, καὶ στρατοπεδευσάμενος τρίβειν ηθελε τὸν καιρόν, ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς καταπλήξων αὐτόν· ειχε δὲ ἡ γραφὴ ωδε. "Βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους αγειν. τὸ μὲν ουν ἀπόπεμψον, αὐτὸς δὲ μετ' ὀλίγων ηκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ ει τι ἀλλήλοις ἐγκαλεῖτε, καὶ ακοντας τὰ δίκαια ποιεῖν ἀναγκάσω." Λαουίνιος δὲ τάδε τῷ 2.179 Πύρρῳ ἀντέγραψε. "Πάνυ μοι δοκεῖς, ω Πύρρε, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν οτι καὶ τὴν ἀρχὴν εἰς ̓Ιταλίαν ἐπεραιώθης. ηξω τε ουν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν παρὰ τῷ Αρει τῷ προπάτορι ἡμῶν κριθῆναι;" τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν αλλην εχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πύρρος καταπλαγεὶς οὐ μάχεσθαι ηθελεν, οτι καὶ τῶν συμμάχων ουπω τινὲς συνῆλθον αὐτῷ, ἐπιλείψειν τε τοῖς ̔Ρωμαίοις τὰ ἐπιτήδεια ηλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος εσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ακοντι τῷ Πύρρῳ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ ειχε μάχεσθαι, οπως δὲ μὴ δόξῃ τοὺς ̔Ρωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν ουν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ εμεινε, τοὺς δ' ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ επεμψεν, ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ ουτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν ουν τοῖς ἑαυτοῦ ὁ 2.180 Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ιππον ἀπέβαλε, καὶ εδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων, τῶν δὲ καταφρονησάντων, τὸ εργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν αλλων ουσαν εδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, οπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ' οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν ουν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον