265
διάβολος ἀπ' ἀρχῆς βάσκανος ἐστι καὶ πολέμιος τοῖς ἀνθρώποις. Ἐὰν ἴδῃ ἔργον καλὸν ἐν τῷ ἀνθρώπῳ, φθονεῖ, καὶ ἀγωνίζεται καταργῆσαι αὐτό· καὶ ἐπειδὴ ἀόρατός ἐστι, πάντοτε διὰ προφάσεως πολεμεῖ τὸν ἄνθρωπον, ἵνα ποιήσαντος αὐτοῦ τὸ κακὸν, ἄλλοις ἐπιγράφῃ ἀναιτίοις. Ὅτε οὖν ἴδῃ βοῦν καλὸν καλῶς ἀγωνιζόμενον ἐν ἁμάξῃ, καὶ ὑπὸ πολλῶν ἐπαινούμενον, προσέρχεται, καὶ διαῤῥήσσει αὐτόν· καὶ, οὐκ αἰτιᾶται ὁ ἄνθρωπος τὸν ἐνεργήσαντα διάβολον εἰς τὸ κακὸν ἀλλ' ὑποβληθεὶς ἐξ αὐτοῦ, καταρᾶται καὶ βλασφημεῖ τοὺς ἀνθρώπους. Ὁμοίως ἐξῆλθέν τις εἰς ἀποδημίαν, καὶ ἄπρακτος ἀνέλυσεν, καὶ εὐθὺς λέγει· ὁ δεῖνά μοι ὑπήντησεν ἀπιόντι, καὶ διὰ τοῦτο ἀπέτυχον. Καὶ οὐκ αἰτιᾶται τὸν διάβολον τὸν ἐνεργήσαντα, ἀλλὰ τὸν ἄνθρωπον τὸν ἀναίτιον ὄντα, ὡς κακόφθαλμον. Καὶ βλέπε δραπέτου πονηροῦ ἐνέργειαν. Οἷον δ' ἂν μέλλωσι παραφυλάττεσθαι ἄνθρωπον, τοῦτον καὶ ἐνεργεῖ ἀπαντῆσαι αὐτοῖς.
ΤΙΤΛ. ΚΗʹ. -Περὶ παραθήκης· καὶ ὅτι χρὴ πιστῶς ποιεῖσθαι τὴν ταύτης
φυλακὴν, καὶ μηδαμῶς δόλον εἰς ἀποστέρησιν τοῦ παραθεμένου μηχανᾶσθαι. Ἐάν τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας
τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει διπλοῦν. Ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ Κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται περὶ πάσης ἀπωλείας. Ἐάν τις δῷ τῷ πλησίον ὑποζύγιον, ἢ μόσχον, ἢ πρόβατον, ἢ κτῆνος φυλάξαι, καὶ τελευτήσῃ, ἢ συντριβῇ, ἣ αἰχμάλωτον γένηται, καὶ μηδεὶς ἴδῃ, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων, καὶ προσδέξεται ὁ Κύριος αὐτοῦ, καὶ οὐ μὴ ἀποτίσει. Ἐὰν δὲ κλαπῇ ἀπ' αὐτοῦ, ἀποτίσει τῷ Κυρίῳ αὐτοῦ· ἐὰν δὲ θηράλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.»
ΤΙΤΛ. ΚΘʹ. -Περὶ πρεσβυτέρων.
«Πολλοὶ ἁμαρτωλοὶ πρεσβύτεροι ὄντες προσφέρουσιν, καὶ οὐκ ἀποστρέφεται ὁ Θεὸς, ἀλ 96.301 λὰ τῷ Πνεύματι τῷ ἁγίῳ ἁγιάζει τὰ προκείμενα δῶρα. Καὶ ὁ μὲν ἄρτος γίνεται σῶμα τίμιον τοῦ Κυρίου, τὸ δὲ ποτήριον, αἷμα τίμιον τοῦ Κυρίου. Εἰσὶν οὖν τινες ὑπολαμβάνοντες, ὡς εὔλογόν τι ποιοῦντες, καὶ μὴ κοινωνοῦντες παρ' αὐτῶν, μὴ εἰδότες ὅτι χεῖρον κατακρίνονται. Τίς γὰρ εἶ σὺ ὁ κρίνων τὸν ἄρχοντά σου; Οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς; Καὶ πάλιν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει. Πότε ἔγνως ὅτι πρόβατον ποιμένα διέσωσεν, ἢ κατὰ ποιμένος κατηγορίαν συνάπτει; Ὥσπερ οὖν τὸ ἄλογον πρόβατον οὐ δύναται ὀξῦναι τοὺς ὀδόντας κατὰ τοῦ ποιμένος, οὕτως οὐδὲ τῷ λογικῷ προβάτῳ ἐπιβάλλει ὀξύνειν τὴν γλῶσσαν εἰς κατηγορίαν. Σὺ ὁ ὑπ' αὐτοῦ διδασκόμενος καὶ χειραγωγούμενος, οὐκ ἔχεις ἐξουσίαν κρίνειν καὶ ἐλέγχειν αὐτόν· καθὼς εἶπεν ὁ Ἀπόστολος· Μὴ πρὸ καιροῦ τί κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ἐκεῖνος ἔχει 96.304 ἐξουσίαν κρίνειν σε· Ὁ δὲ ἐκεῖνον κρίνων, ὁ Κύριός ἐστιν. Καὶ πάλιν· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ τὴν ὀφειλομένην τιμὴν, καὶ προσκύνησιν ἀπόδος, καθὼς παρήγγειλέ σοι Παῦλος, λέγων· «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον. τὸν φόρον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Τὰ τοῦ κανόνος πλήρωσον· τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων σου προσένεγκε τῇ Ἐκκλησίᾳ, μὴ περιεργαζόμενος τὴν ἀνάλωσιν αὐτῶν. Εἰ δὲ κρίνειν βούλει· ὅπερ οὐκ ἐπιτρέπεταί σοι· εἴσελθε εἰς τὸ ταμιεῖον τῆς ψυχῆς σου. Γνῶθι τὰ τοῦ συνειδότος σου, εἰ οὐκ ἐφόνευσας, οὐκ ἐμοίχευσας, οὐκ ἐπόρνευσας, οὐκ ἐπλεονέκτησας, οὐχ ἥρπασας, οὐκ ἐλοιδόρησας, οὐκ ἐπιώρκησας, οὐκ ἐψεύσω, καὶ εἰ οὐδὲν τῶν ἀπηγορευμένων διεπράξω· καὶ οὕτως οὐκ ἐπιτρέπεταί σοι κρίνειν τὸν ἄρχοντά σου. Μᾶλλον δὲ οὐδὲ οὕτως· Ταπεινοὺς γὰρ ἀγαπᾷ Κύριος.