265
πάσχειν; ποῖον δὲ καὶ διεσώσω ναόν, τὸν ναὸν τοῦ θεοῦ μιάνας, σεαυτόν; τίνας δὲ καὶ ἀδελφοὺς ἐφυλάξω, διεφθορότας τῇ ὀλεθρίᾳ σου κοινωνίᾳ, κἂν ἐν βρώμασι; σκάνδαλον τοῦ κόσμου, ὑπόδειγμα ἀρνήσεως, προτροπὴ ἀπωλείας, σὰρξ ἀλλ' οὐ πνεῦμα, σκοτὴρ ἀλλ' οὐ φωστήρ. ταῦτα αὐτὴ ἡ ἀλήθεια βοᾷ πρὸς τοὺς οὕτως ἀσεβοῦντας· οὕς, εἰ μὴ μετανοήσωσιν ἐπιλέγειν οὕτως ἄθεα, οὐ χριστιανοὺς ἡγητέον. Ἤκουσας τὸ κρίμα, πάτερ; ἡμάρτηκας, ὑποστρέψας καὶ ἠθετηκὼς τὴν ὑπόσχεσιν. πλὴν ὁ ἀγαθὸς θεὸς συγχωρήσει σοι. μεῖνον οὖν ἄρτι ἐν τῷ μοναστηρίῳ, ἐπὰν μετῆλθεν ἄλλως τὰ πράγματα, ἐχόμενος τοῦ ὁμολογεῖν παντὶ ἀνθρώπῳ τὸ "4ἥμαρτον"5, ὡς ἂν θεὸς εὐμενισθείη καὶ ἀναγάγῃ σε εἰς τὸ πρότερον φῶς, ὅτε ηὔγει ὁ λύχνος τῆς πολιτείας σου, ὅτε ἦς σεβαστὸς καὶ βασιλεῦσιν, ὅτε οὔτε τὸ τυχὸν παροφθὲν ἦν σοι εὐκαταφρόνητον. καὶ πρὸς τὸ ἑξῆς, ὡς οἰκονομήσει Κύριος τὰ τῆς ἐκκλησίας, οὕτω καὶ λαλήσομεν, οὕτω καὶ συναποθανούμεθά σοι διὰ τὴν ἀγάπην ἐν τῇ ἀγάπῃ. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ μὴ οἴου ὑπεροπτικῶς ἡμᾶς γράψαι (ἴσμεν γὰρ ἑαυτοὺς βδέλυγμα ἐν ἀνδράσιν ὁσίοις), ἀλλὰ διὰ τὸ ἀληθὲς καὶ σοῦ σωτήριον· εἰ δὲ καὶ ἄλλων, ὁ παθὼν ὁμολογήσοι θεῷ τὴν χάριν. 433 {1Κατηχητική. Τοῖς ἠγαπημένοις πνευματικοῖς τέκνοις τε καὶ ἀδελφοῖς Λαυρεντίῳ, Συμεών, ∆ιονυσίῳ, Ποιμένι, Λιτοΐῳ καὶ τοῖς λοιποῖς ὧδε κἀκεῖσε διεσπαρμένοις Θεόδωρος ἁμαρτωλὸς μοναχὸς ἐν Κυρίῳ χαίρειν}1 Χαίρειν ἔστι πάντοτε τοῖς κατὰ θεὸν ζῶσι, κἂν τοῖς τῆς χαρᾶς ἐναντίοις ὑποπέσειεν, ἐπειδὴ ἓν εὐφροσύνης ἀληθινῆς ἔργον, ἡ εἰς θεὸν ἐλπὶς καὶ τὸ ὑπὲρ αὐτοῦ καὶ δι' αὐτὸν καὶ ζῆν καὶ κινεῖσθαι καὶ πᾶν ὁτιοῦν ἄλλο πράττειν. ὅτι δὲ οὕτως ὑμεῖς, μαρτυρεῖ αὐτὰ τὰ πράγματα· οὗτινος γὰρ ἄλλου ἕνεκεν ὁ σκορπισμὸς καὶ κόπος καὶ κλόνος ὑμῶν ἢ δι' αὐτὸν τὸν ἀγαθὸν θεὸν ἡμῶν; εἰ καὶ ὅτι νῦν τῇ αὐτοῦ προμηθείᾳ ἐλώφησεν ὁ διωγμὸς ἀναρρήσει τοῦ χρηστοῦ κράτους καὶ παρρησίας θύρα ἀνεῴχθη τοῖς δεδιωγμένοις, ἀπολαύουσι μετρίας ἀφέσεως καὶ εἰρήνης κατὰ πᾶσαν πόλιν καὶ χώραν. ἐφ' οἷς ὀφειλέται ἐσμέν, ὦ πατέρες, εὐχαριστίας προσάγειν Κυρίῳ καὶ πρε σβείας ὑπέρ τε πλουσιωτέρας εἰρήνης καὶ ἐπιστηρίξεως τῶν θεοπροβλήτων ἡμῶν βασιλέων. Οὗτος οὖν ὁ πρῶτος λόγος. δεύτερον, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς μὴ τὴν ἄφεσιν εἰς διάλυσιν ἀρετῆς δεξοίμεθα, ἀλλ' ὅπουπέρ ἐσμεν ἕκαστος τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν κανόνι, ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶμεν ἑαυτούς, καθὰ γέγραπται, ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, ἐν ἄλλοις, οἷς ὁ βίος τῶν παρουσῶν ἡμερῶν ὑποπίπτει· οὕτω γὰρ καὶ τὰ προηνυσμένα φυλάττοιμεν ἀναφαίρετα καὶ τὰ ἤδη προσπίπτοντα εὐμαρίζοιμεν καὶ τὰ μέλλοντα θεοπρεπῶς ὑπαντήσοιμεν. Ὧδέ ἐσμεν πρὸ τοῦ ἄστεως παροικοῦντες εἰδήσει τῆς βασιλείας, ὁρῶντες καὶ ὁρώμενοι ὑπὸ τῶν φοιτώντων ἀδελφῶν καὶ πατέρων ἡμῶν· καὶ ἡ ἐλευθερία πρὸς τοῦ ἀγαθοῦ βασιλέως ἐπιτεταγμένη. πρὸς τὸ ἑξῆς, ὡς ἂν εὐοδοῖ Κύριος ἢ κελεύῃ τὸ κράτος ἐπιμένειν ἐνταῦθα ἢ ἀλλαχῇ μεταπίπτειν τε καὶ ὑποχωρεῖν, οὕτω καὶ ἐνεχθησόμεθα. μόνον αὐτοὶ τοῦ ἔργου ὑμῶν ἐχόμενοι ἔχεσθε καὶ τοῦ προσεύχεσθαι περὶ τῆς ταπεινώσεως ἡμῶν, ὡς ἂν ἀπρόσκοποι ὦμεν τοῖσδε κἀκείνοις καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. τοὺς πρὶν ἀπορραγέντας ἀβούλως ἀδελφοὺς κατὰ πολλοὺς τρόπους εὐδόκησεν ὁ θεὸς ὁ ὑπεράγαθος ἑνωθῆναι ἡμῖν μετὰ τοῦ προσήκοντος λόγου. καὶ ἐχάρημεν οἱ ἀνάξιοι χαρὰν μεγάλην, ὅτι ἃ οὐκ ἠλπίζομεν εἴδαμεν ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ συνουλώθη τὰ διασπασθέντα μέλη καὶ ἑορτάζομεν ἑορτὴν Κυρίῳ ἐν τῇ ἑνὸς ἑκάστου συνδρομῇ καὶ ἀνθομολογούμεθα τῷ Κυρίῳ καὶ ἀπευχαριστοῦμεν τοῖς κρατοῦσιν, ὅτι, εἰ καὶ μηδὲν ἄλλο, ὅσον πρὸς ἡμᾶς μέγα τὸ δώρημα, καὶ πάλιν, ὅτι οὐκ ἂν ἄλλως εὐθέτως ἔσχομεν τὴν σύμβασιν ἢ τῷ οὕτως ἀφεθῆναι ἡμᾶς τῶν φυλακῶν καὶ καθεσθῆναι ἐν καθίσματι τηλικούτῳ. Πάντα εἰς καλὸν ἡμῖν συνέδραμε καὶ συνδράμοιεν, εὖ οἶδ' ὅτι,