τινος Μίνωος, ὡς ἐν τῷ τῶν Λυκίων καταλόγῳῥηθήσεται. [Εἰ δὲ καὶ οἱ λοιποὶ Μινύαι καὶ ὁ ποταμὸς Μινύας οὕτως ἐτυμολογοῦνται, τίς ἂν εἰδείη; δόξοι δ' ἂν ὁ Μινύας παρὰ τὸ μινυόν, ὅ ἐστι μικρόν,λεχθῆναι, καθὰ καὶ ὁ Τυδεὺς ἀπὸ τοῦ τυτθόν. ὅτι δὲ Ἀττικὸν τὸ μινυὸν καὶ ὡςμέχρι νῦν ἐγχώριος Ἀθήνησιν ἡ λέξις, δῆλόν ἐστι. καὶ ὡς ἐξ αὐτοῦ τὸ μινυρίζεινγίνεται.] (ῃ. 517-23) Ὅτι Ναυβόλου Ἴφιτος, οὗ Σχεδίος καὶ Ἐπίστροφος,ἄρχοντες Φωκήων, οἳ Κυπάρισσον ἔχον, πόλιν οὕτω καλουμένην, ἢ μάλιστακώμην ὁμώνυμον τῷ φυτῷ, Πυθῶνά τε Κρῖσάν τε καὶ ∆αυλίδα καὶ Πανοπῆακαὶ Ἀνεμώρειαν καὶ Ὑάμπολιν καὶ Λίλαιαν πηγῇς ἔπι Κηφισσοῖο, περὶ οὗ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. ἦσαν δὲ τούτοις τεσσαράκοντα νῆες, ἃςκαὶ ἔστησαν ἔμπλην, φησί, Βοιωτῶν ἐπ' ἀριστερά, ὡς καὶ ὅμοροι αὐτοῖς.(ῃ. 526) Ἔμπλην δὲ ἢ τὸ ἐμπελαδόν ἢ τὸ χωρίς, ὡς καὶ τοῦτό φασιν οἱπαλαιοί. προάγει δὲ μετ' ἐπιθέτων τήν τε Πυθῶνα, πετρήεσσαν εἰπὼν διὰ τὸπερὶ αὐτὴν ὄρος τὸν Παρνασσόν, καὶ τὴν Κρίσσαν, ζαθέην γὰρ αὐτὴν λέγει, ἐπεὶ ∆ημητρεῖον, φασί, περὶ αὐτὴν ἐπιφανές, ἢ ὡς ἀνακειμένην Ἀπόλλωνι, ἐξ ἧς καὶ πεδίον Κρισσαῖον καὶ κόλπος ἐκεῖ Κρισσαῖος, ὁ δὲ αὐτὸς καὶ Κιρραῖος διὰτὸ καὶ τὴν Κρίσσαν διπλάζουσαν κατὰ τοὺς νεωτέρους τὸ ˉσ Κίρραν λέγεσθαι·ὡς γὰρ πυρσός πυρρός, τροπῇ τοῦ ἑνὸς ˉσ εἰς ˉρ, καὶ Τυρσηνός Τυρρηνός,οὕτω καὶ ὁ Κρισσαῖος κόλπος Κιρραῖος· ἔστι δέ, ὡς καὶ ἀλλαχοῦεἴρηται, κόλπος κατὰ τοὺς παλαιοὺς κυρίως θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχο1.419 μένη. οὐκ ἠγνόηται δὲ οὐδ', ὅτι τινὲς τὴν Κρίσσαν, ὥσπερ καὶ τὴν πρὸ μικροῦῥηθεῖσαν Νῖσαν, δι' ἑνὸς ˉσ γράφουσι, περισπῶντες τὴν ἄρχουσαν. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Κρίσσα τῆς Φωκίδος, ἐπ' αὐτῆς ἱδρυμένη τῆς θαλάσσης, καὶ Κίρρα καὶ Ἀντίκιρρα, ὥστε κατ' αὐτὸν ἑτέρα ἡ Κρίσσα καὶ ἑτέρα ἡ Κίρρα. λέγει δ' ὁ αὐτὸς καί, ὅτι πόλις ἀρχαία Κίρρα ἐπὶ θαλάσσης ἱδρυμένη, ἀφ' ἧςἀνάβασις εἰς ∆ελφοὺς ὀγδοήκοντά που σταδίων ἀντικρὺ Σικυῶνος. πρόσκειταιδὲ τῇ Κίρρᾳ τὸ Κρισσαῖον πεδίον εὔδαιμον, ἐφεξῆς δὲ ἄλλη πόλις Κρίσσα, ἀφ'ἧς ὁ κόλπος Κρισσαῖος. κατεσπάσθη δὲ καὶ ἡ Κίρρα καὶ ἡ Κρίσσα. εὐτύχησανδέ ποτε, φησίν, οἱ Κρισσαῖοι, καὶ πικρῶς ἐτελώνουν τοὺς περὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἀφικνουμένους. Μέγα δὲ ἔθνος οἱ Φωκεῖς καὶ πολλοῦ λόγου τῷ ∆ημοσθένει ἀξιωθέν. καὶ μέμνηται καὶ αὐτῶν ἡ Περιήγησις. κεῖται δέ, φασίν,ἡ Φωκὶς μετὰ Βοιωτίαν καὶ Ὀρχομενὸν πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ ὅτι δὲ οἱ Φωκεῖς ἐσύλησάν ποτε τὸ τοῦ Ἀπόλλωνος ἱερόν, ὅθεν ὁΦωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος, καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται.Ἰστέον δὲ ὅτι τὸ Ἴφιτος ἐνταῦθα μὲν διὰ μέτρον ἐξέτεινε τὴν μέσην συλλαβὴν ἤτοι τὴν παραλήγουσαν, ἀλλαχοῦ δὲ φυλάσσει τὸν βραχὺν χρόνον, οἷον «Ἴφιτος Εὐρυτίδης». (ῃ. 517) Τὸ δὲ Φωκήων διφορεῖται κατὰ τοὺς παλαιούς, οἵφασιν, ὅτι ἐν τῇ Ἀριστάρχου διχῶς φέρεται Φωκείων, διὰ διφθόγγου δηλαδή,καὶ Φωκήων διὰ τοῦ ˉη. ἔστι δὲ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ τοιοῦτόν τι, ἐν οἷςπερὶ τῶν Ὑλλέων λέγει. Σχεδίους δὲ ἀπαριθμοῦνται οἱ ἀρχαῖοι δύο, τοῦτόν τετὸν Ἰφιτίδην καὶ τὸν τοῦ Περιμήδους. φησὶ γάρ που ὁ ποιητής «Σχεδίον Περιμήδεος υἱόν, ἀρχὸν Φωκήων», ἤγουν ὕπαρχον, ἡγεμόνα τῶν ἐπὶ μέρους.καὶ πάλιν «Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχ' ἄριστον», οὓς καὶἀμφοτέρους ὁ Ἕκτωρ ἀναιρεῖ. ὁ δ' αὐτὸς ποιητὴς καὶ δύο Εὐρυβάτας οἶδε κήρυκας, τὸν βασιλικὸν καὶ τὸν τοῦ Ὀδυσσέως τὸν ἐξ Ἰθάκης, καὶ δύο Εὐρυμέδοντας, τὸν τοῦ Ἀγαμέμνονος καὶ τὸν τοῦ Νέστορος· καὶ ἄλλαι δὲ ὁμωνυμίαιεἰσὶ παρ' αὐτῷ, καθὰ πολλαχοῦ φαίνεται. οἱ δὲ ῥηθέντες Φωκεῖς καλοῦνταιοὕτως ἀπὸ Φώκου, υἱοῦ Αἰακοῦ καὶ Ψαμάθης, μιᾶς τῶν Νηρηΐδων. (ῃ. 519) Τὴν δὲ ῥηθεῖσαν Κυπάρισσον ἀπὸ Κυπαρίσσου φασὶ καλεῖσθαι, υἱοῦ Μινυοῦ,ἀδελφοῦ Ὀρχομενοῦ· οἱ δὲ ἀπὸ πλήθους τῶν ἐκεῖ κυπαρίσσων, [ὧν ἐτυμολογίαστιχηρά, οὐ πάνυ παλαιά, τὸ «κύει