266
πόλεμόν τε πρὸς ἐκεῖνον ἠράμεθα φανερῶς ὑπὲρ ὑμῶν καὶ τὰ μέγιστα αὐτὸν καὶ γένος καὶ οἰκείους ἐκακώσαμεν. καὶ νῦν εἰς τοσοῦτον ὁμονοίας ἥκομεν, ὡς οὐ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὰς αὐτὰς ἡδέως προησόμενοι πολεμοῦντες αὐτῷ ὑπὲρ ὑμῶν. ὅτε οὖν ἡμεῖς τοσαύτην εὔνοιαν καὶ προθυμίαν πρὸς ὑμᾶς ἐνεδειξάμεθα τοὺς βασιλέας, τῶν ἀδικωτάτων ἂν εἴη, καταλιποῦσαν αὐτὴν ἡμᾶς καὶ παρ' οὐδὲν τὴν ἡμετέραν λογισαμένην σωτηρίαν, σπένδεσθαι τῷ πολεμιωτάτῳ τῆς ἰδίας ὠφελείας ἕνεκα, εἴγε καὶ ὠφέλειά τις ἕψεται ἐκ τῆς εἰρήνης, ἀλλὰ μὴ βλάβη δεινοτέρα ἐκ τῶν τοῦ πολέμου γενησομένων ἁπασῶν. ἃ γὰρ αὐτὴ περὶ τῆς πρὸς ἐκεῖνον εἰρήνης τῆς παρελθούσης διειλέχθης νυκτὸς, οὐδ' ἡμᾶς διέλαθεν ἐπὶ πολλῶν εἰρημένα ἀκοαῖς. ἐκεῖνον μὲν οὖν ἡμεῖς, ὡς κατὰ σοῦ καὶ τῶν παίδων τὰ δεινότατα καὶ διανοούμενον καὶ ἤδη πράττοντα, ὥσπερ ἀπὸ μιᾶς γνώμης πολέμιόν τε ἡγησάμεθα καὶ οὐδενὸς, τόγε εἰς ἡμᾶς ἧκον, ἠμελήσαμεν τῶν βλάπτειν δυναμένων. εἰ δ' ἔκ τινων αἰτιῶν ἡ εἰρήνη μᾶλλον συμφέρουσα νομίζεται νυνὶ, οὐδ' ἡμεῖς ἐναντιωσόμεθα πρὸς τὰ φαινόμενα λυσιτελεῖν, μόνον 2.206 εἰ γνώμῃ κοινῇ πάντων ἡμῶν ἡ εἰρήνη ἐπιψηφισθείη. τὰ γὰρ ὑπὸ πολλῶν δοκιμαζόμενα ἥκιστα ἂν ἁμαρτηθείη. εἰ μὲν οὖν ὥσπερ ἐγνώκαμεν, αὐτή τε πείθῃ καὶ τὴν ἀξίωσιν ἡμῶν ὡς δικαίαν παραδέχῃ, πάντ' ἂν ἔχοι ἄριστα. εἰ δ' ἄρα ἑτέρως ἔγνωκας αὐτὴ, ἀλλ' ἡμῖν γε φράσον φανερῶς, ἵν' ἕκαστος, ὡς ἂν μάλιστα οἷόστε ᾖ, τὴν σωτηρίαν ἐκπορίζῃ ἑαυτῷ. πάντες δὲ οἷα πατρὶ πνευματικῷ τῷ πατριάρχῃ ἣν ἔχει γνώμην ἕκαστος περὶ τὰ παρόντα ἀνεθέμεθα, ἐξ οὗ δυνήσῃ μαθεῖν σαφέστερον τὰ καθ' ἡμᾶς.» οὕτως εἰπόντας, ἐκέλευεν εὐθὺς ὁ πατριάρχης ὑποχωρεῖν· μόνος δὲ πρὸς μόνην τὴν βασιλίδα ὑπολειφθεὶς, «τίς» ἔφασκε «βάσκανος δαίμων τοιαῦτα πέπεικε λογίζεσθαι, οὐκ ἀλυσιτελῆ μόνον, ἀλλὰ καὶ ἀδύνατα σχεδόν; τίσι δὲ χρωμένη λογισμοῖς, Καντακουζηνὸν ᾠήθης φίλα σοί τε καὶ παισὶ δύνασθαί ποτε φρονήσειν; ὃς γὰρ μήθ' ὑπὸ βασιλέως, μήτε σοῦ πρότερον μηδὲν ἀδικηθεὶς, ἀλλὰ πολλῶν ἐπὶ πλεῖστον χρόνον ἀπολαύσας ἀγαθῶν, πάντων ἐπιλελησμένος ἐν βραχεῖ, οὐ περὶ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ περὶ σωτηρίας ἐπεβούλευσε, πῶς ἂν εἴη δίκαιος πιστεύεσθαι περὶ τῶν μελλόντων; καὶ ταῦτα οὐκ ὀλίγων παρὰ τὸν τοῦ πολέμου χρόνον τῶν δοκούντων ἐφυβρίστων πρὸς αὐτὸν γεγενημένων. οἶσθα δ', ὡς τοῖς εἰθισμένοις ἄρχειν καὶ τιμᾶσθαι παρὰ πάντων τοιαῦτα μάλιστα οὐκ ἀνεκτά. εἰ δ' ἄρα τοῦ χρόνου τριβομένου, ἡ πρὸς ἐκεῖνον φαίνοιτο 2.207 εἰρήνη ἀναγκαία, βέλτιον ταῖς ἁπάντων χρωμένην γνώμαις πράττειν, ἃ κοινῇ δοκεῖ λυσιτελεῖν, ἢ τῶν ἄλλων ἀμελήσασαν, ἀπερισκέπτως τὰ παριστάμενα ποιεῖν. εἰ μὲν οὖν πρὸς τὴν ἀξίωσιν αὐτῶν ἐπινεύσειας καὶ αὐτὴ, καὶ πρὸς τὸ μέλλον πίστιν τινὰ παράσχοιο, ὡς οὐδὲν οὐδέποτε παρὰ τὰ ὑπεσχημένα δράσεις, καὶ αὐτοί σοι πρὸς πάντα καὶ χρήμασι καὶ σώμασι προθύμως συναγωνιοῦνται, καὶ οὐδ' αὐτῆς, εἰ δέοι, τῆς φίλης φείσονται ζωῆς, ὥστε προΐεσθαι ὑπὲρ τῶν σοὶ λυσιτελούντων. ἂν δ' ἑτέρως αἴσθωνται βουλευομένην, ὀκνῶ μὲν εἰπεῖν, ἀποκρύπτειν δὲ οὐ δίκαιον, ὡς μία πᾶσι παρέστη γνώμη καὶ ὅρκοις τὴν ὁμόνοιαν ἠσφαλίσαντο, σὲ μὲν καὶ παῖδας ἀποκτείνειν, αὐτοὺς δὲ Βυζάντιον κατέχοντας, ὅπλα Καντακουζηνῷ ἀνταίρειν μέχρι παντὸς τοῦ δυνατοῦ. ἂν δ' ἀδυνάτως ἔχωσι πρὸς τὸ ἀμύνεσθαι, μᾶλλον αἱροῦνται Ἀλεξάνδρῳ τῷ Μυσῶν βασιλεῖ δουλεύειν τὴν πόλιν παραδόντας, ἢ τοῖς ἐκ Βενετίας ἢ Γεννούας Λατίνοις ἢ Καντακουζηνῷ δεσπότῃ χρῆσθαι. ὅτε οὖν ἥ τε ἀξίωσις αὐτῶν δικαία, καὶ τὸ παριδεῖν αὐτὴν οὐ κίνδυνον σοί τε μόνον καὶ παισὶν, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ ἀνάστασιν καὶ φθορὰν τὴν ἐσχάτην ἀπειλεῖ, ποῦ δίκαιον ἢ λυσιτελὲς προσδοκωμένων χάριν ἀγαθῶν, εἴγε καὶ ἔσται ὥσπερ ὑποπτεύομεν, ἐκ τῆς εἰρήνης, τὰ παρόντα καὶ φαινόμενα ἀνθαιρεῖσθαι δυσχερῆ; ἀλλ' εἴ τι πέποιθας ἐμοὶ τὰ σοὶ λυσιτελοῦντα ἐξαρχῆς τε ᾑρημένῳ καὶ νῦν οὐδὲν ἧττον συμβουλεύοντι, τούτοις πει 2.208 θομένη, τῶν ἤδη περιεστηκότων ἀπαλλάττου δυσχερῶν.» πρὸς ταῦτα