266
ἀπεκτονέναι, καὶ τοῖς αλλοις δόκησιν τούτου παρέσχεν, οι τε ̔Ρωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας εχων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν ηρεν· ενθα εκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου ουσης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν οπλων πατάγου, ον οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ ̔Ρωμαῖοι ἐξεπλάγησαν, καὶ οἱ σφῶν ιπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες εφευγον. ἀθυμῆσαν ουν ἐκ τούτων τὸ ̔Ρωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ' αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν 2.181 η καὶ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς εφθειρον· οὐδ' αν ὑπελείφθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καὶ οἱ αλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, καὶ ουτως οἱ ̔Ρωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς ̓Απουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν, ωστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν "εἰ καὶ αυθίς ποτε ὁμοίως" εφη "κρατήσομεν, ἀπολούμεθα." τοὺς μέντοι ̔Ρωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν οτι "τὴν οἰκουμένην αν πᾶσαν ἐχειρωσάμην, εἰ ̔Ρωμαίων ἐβασίλευον." ̔Ο μὲν ουν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα εσχηκεν ονομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οι τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν· οις ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· οἱ δ' ἐν τῇ ̔Ρώμῃ ηλγησαν ἐπὶ τῇ ηττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα επεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ' αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέντας συναγαγών, ηδη καὶ τῶν ἐκ ̔Ρώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ' ἐκείνης ὁ Πύρρος ἐπὶ τὴν Νεάπολιν ωρμησεν. ὡς δ' οὐδὲν οὐδ' ἐν αὐτῇ 2.182 δρᾶσαι ισχυσε, σπεύδων τὴν ̔Ρώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ εμαθεν αὐτούς τε τοῖς ̔Ρωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον, ἐφοβήθη μὴ ὑπ' αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν ην, υδρας εφη δίκην τὰ στρατόπεδα τῶν ̔Ρωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, οτι ἐκέλευσεν, ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς ̔Ρωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ' ἠθέλησε συμμίξαι, ἀλλ' ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ενθα πρέσβεις τῶν ̔Ρωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο αλλοι τε καὶ ὁ Φαβρίκιος. ους φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι, διηπορήθη οτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν εφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ οπως τοῦτον μεταχειρίσηται. ὁ μὲν ουν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ' ηδη