266
ουσα, εἰς ˉν θέλει λήγειν, οιον μῦν, σῦν, δρῦν, τούτου χάριν προσέλαβε τὸ ˉν καὶ γέγονε κλεῖν. Κλητή. ἡ καλεστὴ καὶ ἡ ἐξοχωτάτη. ὡς τό· αυτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα. κλειτὴ δὲ, κύριον, καὶ ἡ ενδοξος, δίφθογγον. κλιτὴ δὲ ἡ κλινομένη, ἰῶτα. Κληδόνοσ. μαντείας η φήμης. παρὰ τὸ κλέος, ο σημαίνει τὴν φήμην. Ομηρος· ἡμεῖς δὲ κλέος οιον ἀκούομεν.- ἀπὸ τοῦ καλῶ, κλῶ, κληδὼν, ἐξ ου καὶ κλῆσις ἡ κάλεσις. Κληΐδεσ. αἱ τῶν ἐρεσσόντων καθέδραι. καὶ φεύγειν σὺν νηυσὶ πολυκληΐσι κελεύσω. παρὰ τὴν κλάσιν τῶν γονάτων. οθεν καὶ τὸ μετοκλάζειν, παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. Κλαγγή. ποιὰ φωνή. -κλαγγὴ γεράνων ἠεροφώνων. kappa.1219 Κλίμαξ. ἡ σκάλα. παρὰ τὸ κλίνω, κλίνη, κλίναξ καὶ κλίμαξ, ὡς χλαῖνα, χλαμύς. κλῆμαξ δὲ, ἡ αμπελος. η κλίνη παρὰ τὸ κλῶ. κλάσιν γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρθότητος. Κλισιάδεσ. αἱ δίπτυχοι θύραι. Κλισία. ἡ σκηνή. οιμαι, οτι καὶ τοῦτο ἀπὸ τοῦ κλίνω τοῦ σημαίνοντος τὸ περιέχω γίνεται. κλίνω, κλίσις καὶ κλισία. Κλιτύσ. ἡ ἐξοχὴ τοῦ ορους. Κλυταιμνήστρα. κύριον. Κλοποφορία. κλωπεία δὲ μέγα καὶ δίφθογγον. Κληϊσταί. ἠσφαλισμέναι. Ομηρος· κληϊσταὶ δ' επεσαν σανίδες πυκινῶς ἀραρυῖαι. (Οὐδέτερον.) Κλέοσ. ἡ δόξα, ὁ επαινος. κλαῖος δὲ, ὁ θρῆνος, δίφθογγον. kappa.1220 Κλέα. τὸ κλέα καὶ χρέα οὐδέτερα ἀπὸ τοῦ κλέεα καὶ χρέεα γίνεται κατὰ συγκοπήν. Κλείσιον. ἐν ῳ ιστανται οἱ βόες. κλίσιον δὲ, ενθα οἱ θρόνοι ιστανται, ˉι. Κλῆτοσ. τὸ πλῆθος. Κλίτος δὲ, τὸ μέροσ. καὶ κλῖμα καὶ κλίματα, τὰ μέρη, ˉι. Κλῇθρα. τὰ κλειδία. ἀπὸ τοῦ κλεῖς γέγονε κλῇθρα. η ἀπὸ τοῦ κλείσω. τὸ δὲ κλῄω οἱ Ιωνες διὰ τοῦ η καὶ ι γράφουσιν, ἐξ ου καὶ τὸ κλῇθρα διὰ τοῦ ˉη καὶ ˉι γράφεται παρ' ἐκείνοις. ἡμεῖς δὲ τὸ κλῆθρα διφθογγογραφοῦμεν. Κλητώριον. Κλοπιμαῖον. τὸ ἀπὸ κλοπῆς πρᾶγμα. Κλυστήριον. ἰατρικὸν ἐργαλεῖον. καὶ κλυσταί. Κλάρια. τὰ ψέλλια. Κλέοσ. ἡ δόξα. παρὰ τὸ καλῶ. τὴν γὰρ δόξαν πάντες καλοῦμεν πρὸς ἑαυτούς. kappa.1221 ( ̔Ρῆμα.) Κλάειν. ἀντὶ τοῦ κλαίειν. Κλαίω. τὸ θρηνῶ. κλῶ, τὸ κλαύω. καὶ γίνεται κατὰ παραγωγὴν κλαίω. κλᾶται γὰρ τῶν ἀνθρώπων ἡ φωνὴ, καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα. η παρὰ τὸ καλῶ, κλῶ, κλαίω. ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες. Κλεΐζω. τὸ δοξάζω. Κλείω. τὸ δοξάζω. παρὰ τὸ κλέος, κλέω καὶ κλείω. Κλείωμεν. ὀνομάσωμεν. παρὰ τὸ κλείω, η παρὰ τὸ κλύειν, ο ἐστιν ἀκούειν. Κληδονίζεται. μαντεύεται η φημίζεται. Κλυδωνίζεται. ἀντὶ τοῦ ταραχίζεται. ψιλὸν καὶ μέγα. Κληΐζω. τὸ δοξάζω, τὸ καλῶ. Κλιμακίζω. τὸ ἀνατρέχω. kappa.1222 Κλίνθη. ἀπὸ τοῦ κλίνω. αἰολικόν ἐστι τὸ τοιοῦτον. Κλῦθι. ακουσον. ἀπὸ τοῦ κλύω, κλῦμι. καὶ τὸ προστακτικὸν κλῦθι. Κλύω. ἀκούω. παρὰ τὸ καλῶ, κλῶ, ο σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω. Κλώζω. καλῶ. Κλωπεύω, κλωπιτεύω. ἀντὶ τοῦ κλέπτω. κλοτοπεύω δὲ μικρόν. ( ̓Επίῤῥημα.) Κλαγγηδόν. μετὰ ηχου. Κλήδην. κλητικῶς· καλεστικῶς. Τὸ Κ μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) Κναφεύσ. ὁ τὰ δέρματα ξύων. παρὰ τὸ κνάπτω, οπέρ ἐστιν ἀπὸ τοῦ κνῶ, τὸ ξύω. Κνεφαῖοσ. σκοτεινός. kappa.1223 Κνίδιοσ. τοπικός. κνίδειος δὲ καρπὸς, δίφθογγον τὸ ˉδˉεˉι. Κνόσαρ. ὁ ξηρός. Κνυζηθμόσ. ἡ ἀσαφὴς τῶν κυνῶν βοή. καὶ ὁ κλαυθμός. Κνώψ. ὁ τυφλός. Κνησμόσ. ὁ τραχὺς τόπος. τοῦ Ψελλοῦ· κίμβιξ ὁ φιλοχρήματος, κνησμὸς ὁ τραχὺς τόπος. (Θηλυκόν.) Κνήμη. ἡ τοῦ σκέλους τραχύτης. ἀπὸ τοῦ κινῶ, κινήμη, καὶ κατὰ συγκοπὴν κνήμη, οἱονεὶ τὰ τῆς κινήσεως αιτια. ἰστέον, οτι τὰ εμπροσθεν λέγεται ἀντικνήμια, τὸ δὲ οπισθεν γαστροκνήμιον. κυρίως δὲ κνῆμαι λέγονται τὰ διαιροῦντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. σημαίνει δὲ καὶ τὰς ἐξοχὰς καὶ προβάσεις, καὶ καθύδρους τόπους τῶν ὀρῶν. kappa.1224 †Κνίδη. βοτάνη στυπτική.† Κνημίσ. τὸ ὑπόδημα, η ἡ κάλτζα. Κνῆστισ. ἡ μάχαιρα. τὸ πληθυντικὸν τὰς κνήστεις. -κνῆ τυρὸν κνήστι χαλκείῃ-. Κνίδοσ. νῆσος. καὶ Κνιδίη. Κνιδεία. ἡ φειδωλία. Κνίσσα. τὸ λίπος, η ἡ τῶν κρεάτων ἀναθυμίασις. παρὰ τὸ κνῶ, κνίζω, ὁ μέλλων κνίσω, καὶ κνίσα. τὸ δὲ κνῶ σημαίνει τὸ ξύω. κνησμὸς γίνεται κατὰ τῆς ὀσφρήσεως. Κνωσσόσ. πόλις. καὶ Κνωσσία. (Οὐδέτερον.) Κνάφοσ. ἀκανθῶδές τι,