266
Ἕκαστος οὖν τὰς ἰδίας πράξεις βλεπέτω, μὴ κρίνων τὸν πλησίον αὐτοῦ. Εἰ δέ τις παρακούσας τῶν εἰρημένων, ἐπιβάλλει τὴν γλῶσσαν αὐτοῦ εἰς κατηγορίαν τοῦ πλησίον, τὴν αὐτοῦ ἀντιμισθίαν, καὶ αὐτὸς προσδοκάτω ὑπομένειν ἐν τάχει. Ἃ γάρ τις εἰς τὸν πλησίον ἐργάσεται, ταῦτα καὶ αὐτὸς προσδοκάτω ἀπολήψεσθαι, καθὼς εἶπεν ὁ Κύριος, ὅτι Οἵῳ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἕκαστος ὑμῶν τοῖς ἰδίοις ἔργοις προσεχέτω· μεριμνήσωμεν περὶ τῶν ἡμετέρων κακῶν, καὶ ὧν οὐ προσετάχθημεν κρίνειν, μὴ κρίνωμεν. Πλὴν καὶ ὁ ἱερεὺς ὀφείλει διακεῖσθαι πρὸς τὸν λαὸν, πρὸ πάντων γνησίως ὑπερευχόμενος αὐτοῦ ἐξ ὅλης καρδίας αὐτοῦ. Καθὼς εἶπεν ὁ Κύριος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, τὸν ἐν ἀνάγκαις βοηθῶν, τὸν λυπούμενον παρακαλῶν, τὸν πεπλανημένον ἐπιστρέφων, τὸν πένητα παραμυθούμενος, ἀμνησίκακος, ἀμνημονῶν τῶν εἰς αὐτὸν γινομένων κακῶν. Ἐπειδὴ μνησικάκου προσευχὴ ἀπρόσδεκτος παρὰ Κυρίῳ, τῆς κακίας μενούσης ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἐὰν μὴ διαλλαγῇς τῷ πλησίον σου, μὴ ἀπέλθῃς εἰς τὸ θυσιαστήριον. Μνήσθητι τῆς παραγγελίας τοῦ Κυρίου· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μὴ μνησικακήσῃς· δόλους μὴ μελέτα, ἵνα μὴ τὸν μὲν ταπεινοῖς, τὸν δὲ ὑψοῖς· μὴ τὸν μὲν πλούσιον προτιμήσῃς διὰ τῆς πρωτοκλισίας, τὸν δὲ πένητα παρορᾷς, ἀλλὰ τὴν ἰσότητα πρὸς πάντας φύλαξον. Κατηγορίαν ταχέως μὴ παραδέξῃ· ἀπὸ ἀκοῆς μὴ κρίνῃς ποτέ· πολλοὶ γὰρ κατὰ φθόνον καὶ ἔριν κατηγοροῦσι τοῦ πλησίον· ἐὰν δὲ καὶ μετὰ πάσης ἀκριβείας εὕρῃς τὸν ἁμαρτάνοντα, μὴ εὐθέως ἐπὶ πάντων αὐτὸν ἐλέγξῃς, ἵνα μὴ περισσοτέρως δώσῃς αὐτῷ καιρὸν μηδένα αἰδεῖσθαι. ∆ύο γὰρ κακὰ κέκτηται τὸ ἐπὶ πάντων ἐλεγχθῆναι. Οἱ μὲν γὰρ ἐλεγχόμενοι, πεπαῤ 96.305 ῥησιασμένως κτῶνται τὴν ἁμαρτίαν. Μέχρι γὰρ τοῦ ἐλεχθῆναι, καὶ φοβεῖται, καὶ αἰσχύνεται. Ὅτε δὲ ἐλέγχεται ἐπὶ πάντων, αἰσχυνότερος γίνεται. Οἱ δὲ ἐλεγχόμενοι μὴ φέροντες τὴν αἰσχύνην, τρέπονται ἐπὶ τὰ χείρονα. Τοιοῦτός ἐστιν ὁ Σατανᾶς. Ὑποβάλλει ποιῆσαι τὴν ἁμαρτίαν, καὶ διὰ τὴν ἁμαρτίαν ἐπιτελέσαι καὶ τὴν αἰσχύνην. ∆ιὰ οὖν ταύτας τὰς παγίδας τοῦ ἐχθροῦ, ὁ πιστευθεὶς ποίμνην Χριστοῦ, ὀφείλει πραῢς εἶναι, καὶ μετὰ πολλῆς ἀσφαλείας ἐπιζητεῖν· καὶ ἐὰν εὕρῃ τὸν ἡμαρτηκότα, μὴ εὐθέως αὐτὸν ἐκβάλλῃ τῆς Ἐκκλησίας, ἵνα μὴ δραξάμενος αὐτὸν ὁ Σατανᾶς, ἴδιον ποιήσῃ τὸν ἄνθρωπον. Ὅταν γὰρ ἐκβληθῇ ἄνθρωπος τῆς Ἐκκλησίας, εὐθέως παραλαμβάνει αὐτὸν ὁ Σατανᾶς, καὶ ἕως ὅτε δέξηται αὐτὸν ὁ πρεσβύτερος, οὐκ ἀφίσταται ἀπ' αὐτοῦ. Ὅταν γὰρ ἀφορισθῇ ἄνθρωπος, ἔξω τῶν ὅρων τῶν Χριστιανικῶν εὑρίσκεται. Καὶ ὅσον ἂν χρόνον μένῃ ἀφωρισμένος, ἐν ἐκείνῳ τῷ κόσμῳ μετὰ τῶν Ἑλλήνων κρίνεται. Λαβὼν οὖν αὐτὸν κατὰ μόνας, ἐπιτίμησον, παρακάλεσον, νουθέτησον, οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρίς. Καὶ εἰ μὲν ἐπήκουσέ σου, ἐκέρδησας αὐτοῦ τὴν ψυχὴν, καθὼς εἶπεν ἡ Γραφή· ὅτι ὁ ἐπιστρέψας ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ἐὰν δὲ μετὰ τὰς τρεῖς νουθεσίας παρακούσῃ, καὶ μὴ διορθώσηται, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· καὶ τῷ τοιούτῳ μηδὲ συνεσθίετε, ἕως ἂν διορθώσηται ἑαυτόν.
ΤΙΤΛ. Λʹ. -Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν ἱεροῖς τόποις· καὶ ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι.
«Ἐὰν ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφεύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι.» «Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας ∆εσπότου, μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς.» Ἔτυχε γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος χηρεῦσαι. Ὁ δὲ τοῦ δικαστοῦ σύνεδρος ἐβιάζετο, πρὸς γάμον ἕλκων ἀπάξουσαν. Ἡ δὲ οὐκ ἔχουσα ὅπως