266
εὐμορφίαν κομίζεται. Ἀργυροχόοι γὰρ καὶ χρυσοχόοι ταῦτα κατασκευάζουσι, καὶ ζωγράφοι. Ἀπὸ ὕλης τοίνυν καὶ τέχνης τὴν σύστασιν ἐρανίζονται. Εἶτα διὰ πλεῖον αὐτῶν τραγῳδεῖ τὴν ἀσθένειαν, λέ γων· 80.1793 ιγʹ-ιεʹ. "Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφ θαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραν θήσονται. Χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πό δας ἔχουσι, καὶ οὐ περιπατήσουσιν." Τῶν αἰσθητη ρίων. φησὶ, τὰς μὲν εἰκόνας περίκεινται, τῆς δὲ ἐν εργείας ἐστέρηνται. Εὐτελέστεροι τοίνυν οὐ μόνον τῶν ποιούντων, ἀλλὰ καὶ τῶν σμικροτάτων ζωϋφίων εἰσί· μυῖαι γὰρ, καὶ κώνωπες, καὶ τὰ τούτων σμικρότε ρα, τῶν αἰσθητηρίων ἔχουσι τὴν ἐνέργειαν· βλέπουσι γὰρ καὶ ἀκούουσι, καὶ πέτανται, καὶ βαδίζουσιν· οἱ δὲ ὡς θεοὶ προσκυνούμενοι, οὐδὲ τὴν τῶν ὀλίγων καὶ σμικρῶν ζώων ἐνέργειαν ἔχουσιν. ιʹ. "Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν." Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη· "Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν." Ἀκίνητα γὰρ καὶ ἄψυχα εἴδωλα παντελῶς. ιζʹ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Ἀλλ' ἐκεί νοις μὲν ὁμοιωθεῖεν καὶ οἱ προσκυνοῦντες, καὶ οἱ δημιουργοῦντες. Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ' αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λα βεῖν. ιηʹ, ιθʹ. "Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπι στὴς αὐτῶν ἐστιν." Ἐκεῖνοι μὲν ζημίαν, ἀλλ' οὐ κέρδος ἐκ τῆς τούτων ἐδρέψαντο προσκυνήσεως· ὁ δὲ τοῦ Ἰσραὴλ οἶκος τὴν εἰς τὸν ὄντα Θεὸν ἐλπίδα κτησάμενος, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύει δι ηνεκῶς. Κατὰ διαίρεσιν δὲ τὴν μνήμην ἐποιήσατο, τὴν ἱερωσύνην ταύτῃ τιμῶν, καὶ διδάσκων τοὺς τηνικαῦτα, πόση πρὸς τοὺς ἄλλους ἡ τῶν ἱερέων διαφορά. κʹ. "Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύ ριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν." Ἕτε ρον τοῦτο τάγμα παρὰ τὰ πρότερα. ∆ιδάσκει δὲ ὁ λόγος, ὅτι κἂν μὴ τὴν τῆς ἱερωσύνης τις ἀξίαν ἔχει μηδὲ τὴν Ἰσραηλιτικὴν συγγένειαν περίκειται, τῷ δὲ θείῳ φόβῳ κοσμούμενος ἐπιμελεῖται τῆς ἀρετῆς τῆς ἴσης καὶ αὐτὸς παρὰ τοῦ Θεοῦ τῶν ὅλων τεύξε ται προμηθείας. Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλα στήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Καὶ νῦν δὲ τὰ ἔθνη οὐκ ἔχει τοῦ Ἀβραὰμ τὴν κατὰ σάρκα συγγένειαν, τοῦ δὲ Ἀβραὰμ τὴν πίστιν κτησάμενα, τέκνα χρηματί ζει τοῦ Ἀβραάμ. 80.1796 καʹ, κβʹ. "Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύ ριον." Τὴν αὐτὴν καὶ ἐνταῦθα διαίρεσιν ἐποιήσατο, καὶ τῆς ἐλπίδος ὑπέδειξε τὸν καρπόν· εὐλογίαν γὰρ τῇ ἐλπίδι συνέζευξε, καὶ ταύτης ἔφη μετα δόσθαι οὐ μόνον τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἀαρὼν, ἀλλὰ καὶ τοῖς φοβουμένοις αὐτόν. Εἶτα πάλιν ἡλικιῶν καὶ ἀξιωμάτων ποιεῖται τὴν διαίρεσιν. "Τοὺς μικροὺς μετὰ τῶν μεγάλων." Οὐ γὰρ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γεγηρακότας· οὐ δὲ μόνον τοὺς πλούτῳ κομῶντας, ἀλλὰ καὶ τοὺς πε νίᾳ συζῶντας· οὐδὲ μόνον τοὺς τῇ ἐλευθερίᾳ κο σμουμένους, ἀλλὰ καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν ἕλκειν ἠναγκασμένους. κγʹ. "Προσθείη Κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν." Τοῖς τὴν θείαν ἐλπίδα κε κτημένοις τὴν αὔξησιν καὶ τὸ πλῆθος ὁ προφητικὸς ἐπεύχεται λόγος. κδʹ. "Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." Τεύξεσθε δὲ τούτου πάν τως, φησὶν, ἅτε δὴ παρὰ τοῦ ποιητοῦ τῶν ὅλων τὴν εὐλογίαν δεξάμενοι. κεʹ. "Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων." Αὐτὸς μὲν γὰρ ἐνδιαίτημα ἔχει τὸν οὐρανὸν, οὐ τὸν ὁρώ μενον τοῦτον, ἀλλὰ τὸν τούτου ὑπέρτερον, ὃν οὗτος ὄροφον ἔχει, καθάπερ τοῦτον