266
εὐχαῖς ὑμῶν ἁγίαις. ἐπειδὴ δὲ ὁ λόγος περὶ ἀνακλήσεως, ἀνεκλήθη καὶ ἡνώθη ἡμῖν σὺν τοῖς ἄλλοις καὶ πλέον μᾶλλον τῶν ἄλλων ὁ γραμματηφόρος, ὁ ἀγαπητὸς ἡμῶν υἱὸς Κλέμης, ὁ εὐλαβέστατος ἡγούμενος, πάντα ἀσμένως εἰσδεξάμενος, ἃ ἔδει αὐτῷ λαληθῆναι, καὶ περὶ πάντων ποιησάμενος τὴν προσήκουσαν ἀπολογίαν· ἐφ' ᾧ καὶ ἀρεσθέντες ἠσπασάμεθα αὐτὸν ἐνστερνισμένως, ἐλπίζοντες καὶ δι' αὐτὸν αὔχημα ἔχειν οἱ ἁμαρτωλοὶ σωτήριον αὐτὸ τοῦτο. καὶ ὑμεῖς προσήκασθε, παρακαλῶ, τὸν ἀδελφὸν ὡς ἀδελφοί, τὸ μέλος ὡς μέλη, τὸν ὁμόφρονα ὡς ὁμόφρονες· οὕτω γὰρ αὐτὸν εὕροιτε χάριτι Χριστοῦ ἐν πᾶσιν εὖ ἔχοντα καὶ ζητοῦντα θεόν. 434 {1Ἡγουμένῃ τῆς Νικαίασ}1 Καὶ πρότερον αἱ περὶ τῆς τιμιότητός σου ἀγαθαὶ ἀκοαὶ εἵλκυσαν ἡμᾶς ἐπιστεῖλαί σοι, καὶ νῦν ταῖς αὐταῖς εὐφημίαις ἐπερειδόμενοι καὶ γράφομεν καὶ προσαγορεύομεν τὴν σεμνοπρέπειάν σου ἀποδεχόμενοι καὶ μακαρίζοντες, ὅτι εἵλου διὰ Κύριον ὑποῖσαι θλίψεις καὶ στενοχωρίας, διωγμὸν τῆς μονῆς καὶ ἐξορίαν μεταθέσεως, εἴ τι ἄλλο περιστατικὸν καὶ ὁμολογίας ὑποδεικτικόν. ταῦτα αἰνέσεως καὶ ἐξομολογήσεως, ταῦτα νύμφης Χριστοῦ ἔπαθλα καὶ ἀγωνίσματα καὶ τὸ ἔτι ἀξιαγαστότερον, ἡ περὶ τὰς ὑπὸ χεῖρα ἀδελφὰς ὁσιότης· ὅτι κἀξ αὐτῶν εἵλοντο συναποδύσασθαί σοι τῇ ὁμολογίᾳ καὶ ἠνδρίσαντο καὶ ἐμαστιγώθησαν καὶ περιωρίσθησαν καὶ ἐδόξασαν τὸν θεὸν ἐν τῷ σώματι αὐτῶν καὶ ἐν τῷ πνεύματι. οἲ τῶν ἄθλων, οὐὰ τῆς καλῆς παιδαγωγίας· οἷον τὸ ἄρχον, τοιοῦτον καὶ τὸ ἀρχόμενον, οἵα ἡ διδάσκαλος, τηλικαῦται καὶ αἱ μαθήτριαι. σοὶ εὖ ἔχει λέγειν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, ἔναθλοι, ἀνδρικαί, φιλόχριστοι μᾶλλον ἢ φιλόσαρκοι, πάντα σκύβαλα ἡγούμεναι, ἵνα Χριστὸν κερδήσωσιν, πάντα τὰ μέλη Χριστῷ προσενέγκασαι, ἵνα τὸν ἐραστὴν θεραπεύσωσιν. μετὰ ὁμολογητῶν συνετάγητε, μετὰ μαρτύρων ἐστεφανώθητε, ὅσον ἐκ τοῦ φθάσαντος. Ἀλλ' ἐπειδή, ὦ μῆτερ, οὐδεὶς στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ, νόμιμον δέ ἐστι τὸ μέχρι τέλους καὶ πίστει καὶ βίῳ ἀριστεῦσαι, παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως περιπατῆσαι ἡμᾶς τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ ἀσφαλείας πρὸς τὸ ἑξῆς μήτε ἁλῶναι τῇ ἔτι κορυβαντιώσῃ αἱρέσει ἀρνησιχρίστῳ μήτε τι κατὰ τὸν ὀφειλόμενον κανονίζεσθαι ἀσκητικὸν βίον παρατρέπεσθαι, ἀλλὰ πάντα ποιεῖν εἰς δόξαν θεοῦ, παντοίως διαλάμπειν τῷ φωτισμῷ τῶν ἐντολῶν· ὅπερ πιστεύω ἐνεργεῖν ὑμᾶς εἰς ἔπαινον δόξης Χριστοῦ, εἰς αὔχημα αἰώνιον ὑμῶν, εἴη δὲ εἰπεῖν καὶ ἡμῶν τῶν ἁμαρτωλῶν. καὶ γάρ, εἰ ἑνὸς πατρός ἐσμεν, ἀδελφοὶ πάντες ἀλλήλων χρηματίζομεν καὶ τὰ πάντων σπουδάσματα ἐγκαυχήματα οἱ πάντες οὐκ ἀπεικότως ἡγούμεθα. Προσεύχεσθε περὶ ἡμῶν. ὁ ἀσπασμὸς ἡμῶν ἐν πνεύματι. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. ἀκήκοα ὅτι ἐγκράτειαν ἕλκεις πολλὴν καὶ ἥσθην· πλὴν ἐπειδὴ τὸ μέτριον ἐν πᾶσιν ἄριστον, ὑπομνήσκω, μετρίωσον ἑαυτὴν κἀν τούτῳ, ἵνα καὶ δουλαγωγῆται τὸ σῶμα καὶ μὴ ἀτονῇ ὑπουργεῖν ταῖς ἐντολαῖς. 435 {1Ἐπισκόποις τοῖς διὰ Κύριον φυγαδευθεῖσιν ἐν Χερσῶνι}1 Ἀληθινῆς ἀγάπης ἔργον καὶ πίστεως ἀνυποκρίτου ἀπόδειξις τὸ ἐκ τοσούτου διαστήματος τοπικοῦ ἀποστεῖλαι τὴν πατρικὴν ὑμῶν ἁγιωσύνην ἕνα τῶν συνδεδιωγμένων ἀδελφῶν, Ἀγαπητὸν τὸν αἰδεσιμώτατον μοναστὴν (μᾶλλον δὲ μακαριώτατον κατὰ τὸ ὑπὸ Κυρίου ᾀδόμενον ἐν τοῖς δεδιωγμένοις ἕνεκεν δικαιοσύνης), ἐπισκοπὴν ποιησόμενον, προηγουμένως μὲν τῇ θείᾳ καὶ κορυφαιοτάτῃ κάρᾳ, ἔπειτα ἡμῖν τοῖς ἐλαχίστοις ἐν ἀδελφοῖς καὶ υἱέσι πνευματικοῖς. ὢ τῆς καλῆς εὐβουλίας· ὢ τῆς εἰλικρινοῦς ἀγάπης· καὶ τίνων ἄλλων ἢ τῶν διὰ Χριστὸν εἱλαμένων καὶ τῶν οἰκείων ἐκστῆναι καὶ εἰς ἀλλοδαπὴν ἐκπεφευγέναι τοσούτῳ μήκει θαλάσσης διειργομένην καὶ τληπαθεῖν ἐκεῖ ὅσα εἰκὸς ἐπισυμβαίνειν τοῦτο ἐναργέστατον δεῖγμα καθέστηκεν; εὐλογητὸς οὖν Κύριος ὁ θεός, ὃς κατήνυξεν ὑμᾶς ἐπὶ τοσοῦτον πρὸς τὴν εὐτέλειαν ἡμῶν καὶ ὃς ἔδωκεν ἰσχὺν καὶ χάριν τῷ ἀποστόλῳ γνωρίσαι ἡμῖν πάντα, ἅπερ καὶ