267
ὑποπτήξασα ἡ βασιλὶς καὶ τῆς ἀπάτης ὥσπερ οὐκ αἰσθομένη, ἀλλ' οἰηθεῖσα, εἰ βελτίων τοῦ πολέμου ἡ εἰρήνη φαίνοιτο, πεισθήσεσθαι καὶ αὐτοὺς, δέχεται τὰ εἰρημένα. αὐτίκα τε ἐκέλευον ὀμνύειν, ὡς οὐδὲν οὐδέποτε παρὰ τὰ ὑπεσχημένα πρᾶξαι. ἡ δ' ἀγνοήσασα τὴν ἐνέδραν, καὶ ὅρκους προσετίθει τοῖς εἰρημένοις καὶ ὁ πατριάρχης εὐθὺς ἀφορισμὸν ἐπεφώνει, εἰ παραβαθείη τὰ ὀμωμοσμένα. ἐξ ἐκείνου δὲ οὐδέποτε κατέλιπον τὴν βασιλίδα μόνην, ὥστε σχολὴν ἄγουσαν τῶν δεόντων τι βουλεύσασθαι πρὸς ἑαυτήν· ἀλλ' ἡμέρας μὲν αὐτοὶ συνῆσαν ἐκ διαδοχῆς ἄλλον ἄλλος διαδεχόμενοι καὶ συμμεριζόμενοι τὸν χρόνον τῆς ἡμέρας. νυκτὸς δὲ τῶν τῆς βασιλίδος οἰκετίδων ἦσαν πρὸς τοῦτο τεταγμέναι, αἳ μισθὸν οὐ φαῦλον τῆς προδοσίας εἶχον χρυσίον παρὰ τῶν συνωμοτῶν, ἃς ἔδει τῇ βασιλίδι συνούσας, εἴ τι φθέγξαιτο, μηνύειν πατριάρχῃ, ὥστε δι' ἐκείνου καὶ τοῖς ἄλλοις πάντα δῆλα γίνεσθαι τὰ εἰρημένα. ὁ πατριάρχης γὰρ τὴν οἴκοι παντάπασι διατριβὴν καταλιπὼν, βασιλείοις ἐνδιῃτᾶτο, πρόφασιν μὲν, ὡς τῶν ἐπιβούλων καθέξων τὰς ὁρμὰς, εἴ τις βούλοιτο νεωτερίζειν, τῇ δ' ἀληθείᾳ, βασιλίδος φύλαξ ὑπὸ τῆς συνωμοσίας τεταγμένος, ἵνα μὴ λαθοῦσα πράξῃ τῶν μὴ κατὰ γνώμην ὄντων τι αὐτοῖς. ταῦτα μὲν οὖν, Καντακουζηνοῦ τοῦ βασιλέως ∆ιδυμοτείχῳ ἐνδιατρίβοντος, ἐπράττετο. ὑφ' ὃν δὲ 2.209 χρόνον Περιθεώριον ἐπολιόρκει, πρὸς τοὺς ἐν Ἄθῳ τῷ ὄρει τῶν ἄλλων ἀρετῇ προέχοντας γράψας μοναζόντων, ἐδεῖτο καὶ αὐτῶν, μὴ περιορᾷν τὸ τῶν χριστωνύμων αἷμα χεόμενον ὁσημέραι, ἀλλὰ ζῆλον ἀληθείας ὑποδυσαμένους, πρὸς Βυζάντιον ἀφικέσθαι καὶ βασιλίδα διδάξαι τὴν τῶν πραττομένων ἀτοπίαν, εἴ πως πειθομένη γοῦν αὐτοῖς, τὴν νεμομένην τὴν Ῥωμαίων ἡγεμονίαν φλόγα κατασβέσῃ, ἐξ οὐδεμιᾶς προφάσεως ἀληθοῦς, ἀλλ' ὑπὸ συκοφαντίας καὶ διαβολῆς κεκινημένην. αὐτὸν γὰρ ἐπιχειρήσαντα πολλάκις, ἠνυκέναι πλέον οὐδὲν, τῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἄρτι διοικούντων πρὸς μὲν τὴν πρεσβείαν μηδὲν ἀποκρινομένων, τοὺς πρέσβεις δὲ μόνον ὠμότατα αἰκιζομένων καὶ πᾶσαν παροινίαν ἐνδεικνυμένων πρὸς αὐτοὺς καὶ τελευταῖον ἐν δεσμωτηρίοις κατεχόντων ὑπὸ κλοιοῖς. ἃ οἱ ἐν Ἄθῳ ἀναγνόντες καὶ προσήκουσαν αὐτοῖς τὴν ὑπὲρ τῶν τοιούτων σπουδὴν καὶ προθυμίαν οἰηθέντες, οἷα δὴ ὑπὲρ τῆς κοινῆς ὠφελείας ἐσομένην, καὶ παραθήξαντες ἀλλήλους, ἐκ πάντων ὅ,τε πρῶτος ἐκλεγέντες Ἰσαὰκ, ἀνὴρ τίμιος καὶ ἀρετῆς εἰς ἄκρον ἐληλακὼς, καὶ ὁ τῆς Λαύρας ἡγούμενος Μακάριος, καὶ ἕτεροι τῶν κατὰ τὸ ὄρος φροντιστηρίων ἡγουμένων οὐκ ὀλίγοι· σὺν τούτοις δὲ καὶ ὁ χρόνῳ ὕστερον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πατριάρχης γεγονὼς, εἰς τὸν ἱερέων ἔτι τότε χορὸν τελῶν Κάλλιστος, καὶ Σαβὰς, ὃς πρὸς τῇ Βατοπεδίου μονῇ τὸν ἀσκητικὸν ἤνυε δρόμον καὶ πολλοὺς ὑπὲρ ἀρετῆς καὶ θαυμασίους ἐπεδείξατο ἀγῶνας, εἰς Βυζάν 2.210 τιον ἀφίκοντο. βασιλίδι τε συγγενόμενοι, καὶ πατριάρχου καὶ τῶν περὶ αὐτὸν συνωμοτῶν παρόντων, «ἡμεῖς» ἔφασαν «τὴν κατασχοῦσαν Ῥωμαίους ὁρῶντες συμφορὰν, δεινὰ μὲν ᾠόμεθα τὰ πραττόμενα καὶ πέρα δεινῶν. οὐδὲν δὲ πλέον πρὸς ἐπικουρίαν καὶ ἀποτροπὴν τῶν δεινῶν δυνάμενοι συμβάλλεσθαι, τῶν ἄλλων ἀμελήσαντες, ὑπὲρ τῶν κοινῇ συμφερόντων ἐδεόμεθα θεοῦ, τοῦ μόνου στῆσαι δυναμένου τὰς προσδοκωμένας συμφοράς. νυνὶ δὲ τὸ διεστηκὸς τῶν Ῥωμαίων ἰδόντες μέρος ἀσμένως χωροῦν πρὸς τὴν εἰρήνην καὶ μάλιστα ὅπερ δόκησιν παρεῖχε τὴν αἰτίαν παρασχέσθαι τῆς διαφορᾶς, καὶ θεῷ τῷ τῆς εἰρήνης χορηγῷ πολλὰς χάριτας ὁμολογήσαντες καὶ γῆρας καὶ σωματικὴν ἀσθένειαν καὶ τοὺς πρὸς τὴν ὁδοιπορίαν πόνους παριδόντες, ἥκομεν δεησόμενοι καὶ ὑμῶν, δέχεσθαι τὴν εἰρήνην καὶ μὴ διὰ φιλονεικίαν τὴν Ῥωμαίων ἡγεμονίαν νῦν τε διαφθειρομένην περιορᾷν καὶ ἔτι δεινότερα προσδοκωμένην πάσχειν, ἂν μὴ ταχέως ὁ πόλεμος καταλυθῇ. ἔλεον οὖν καὶ αὐτοὶ λαβόντες τῶν ὁσημέραι χεομένων αἱμάτων καὶ τῶν δεσμωτηρίοις κατεχομένων καὶ τῶν ἐλαυνομένων καὶ ἀνήκεστα πασχόντων ἀνθρώπων, κυρώσατε τὴν εἰρήνην καὶ τῶν πολλῶν καὶ χαλεπῶν κινδύνων