267
τῶν ̔Ρωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον απαν 2.183 αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς ̔Ρώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ενεκα καὶ σπονδῶν. ου τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. ουτω δὲ φρονῶν καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας ουν τοὺς πρέσβεις "ουτε πρῴην, ω ̔Ρωμαῖοι," εφη "ἑκὼν ὑμῖν ἐπολέμησα ουτε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ανευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ." Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς "φίλος" ειπεν "ἡδέως καὶ πᾶσιν αν ̔Ρωμαίοις γενοίμην, μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ανδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ." ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ "ἐπαινῶ σε" ειπεν, "ω Πύρρε, οτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐτήν, αν γε συμφέρῃ ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με, ἀγαθόν, ὡς φής, ανδρα οντα, ἀξιώσεις. ἀλλ' οὐδὲ τούτων ων δίδως τι λάβοιμι αν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ανδρα η ου; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων αξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ισθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ εχω, τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ' εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ αν ουτε τὴν Ηπειρον ουτε τὰ αλλα α εχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, ει γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου." Τούτων ουτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κινέαν 2.184 εἰς τὴν ̔Ρώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ινα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ' αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν αλλοτε αλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ ειπεν ὡς "Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται οτι οὐχ ὡς πολεμήσων ὑμῖν ηκεν, ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν ατερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ' ὑμῶν ἐλπίζων, πλείω δ' ετι καὶ μείζω εὐεργετήσειν ὑμᾶς." ̓Επὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο, ἀλλ' ἐσκόπουν ετι πλείους ἡμέρας ο,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ομως σπείσασθαι. μαθὼν δὲ τοῦτο Αππιος ὁ τυφλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον, ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ην, καὶ ειπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι' αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οικαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς η καὶ περὶ ἑτέρου οτου δέοιτο. ταῦτα ὁ Αππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ' εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν εξω τῶν ορων ἐκπέμψαι καὶ τῷ 2.185 Πύρρῳ πόλεμον ἀκήρυκτον, εως αν ἐν τῇ ̓Ιταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ ουτε πρὸς τὸν Πύρρον αὐτοῖς ετι ἐχρήσαντο ουτ' αλλοσέ ποι ἀθρόοις, ινα μή τι ὁμοῦ οντες νεωτερίσωσιν, ἀλλ' αλλους αλλῃ φρουρήσοντας επεμψαν. ̓Εν μὲν ουν τῷ χειμῶνι παρεσκευάζοντο αμφω, εαρος δ' ηδη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν ̓Απουλίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο, μέχρις ου ̔Ρωμαῖοι πρὸς ̓Ασκούλῳ πόλει οντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ' ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους· οἱ μὲν γὰρ ̔Ρωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἱ δὲ