267
ῳ ξύουσι τὰ ἱμάτια. Κναφεῖον. ἐν ῳ τὰς ἐσθῆτας κνάπτουσιν, ο ἐστι βάπτουσι. kappa.1225 Κνέφασ. τὸ σκότος. διὰ τὸ κενὸν ειναι φάους, κενέφας καὶ ἐν συγκοπῇ κνέφας. καὶ κνέφος. ὡς ουδας, ουδος. Κνισσάριον. τὸ μικρὸν λίπος. Κνώδαλα. κυρίως μὲν τὰ θαλάσσια θηρία, διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, κινόδαλα τινὰ οντα. ποτὲ δὲ καὶ τὰ χερσαῖα, διὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. ̔Ησίοδος· κνώδαλα, οσ' ηπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα. ( ̔Ρῆμα.) Κνάθω. τὸ πορεύομαι. Κνάπτω. τὸ βάπτω. Κνάω. τὸ κνήθω. Κναίω. τὸ λυπῶ. Κνησθεῖεν. ἐκ τοῦ κνήθω, καὶ κνήσας. Κνίζω. τὸ λυπῶ. ἀπὸ τοῦ κνισμός. καὶ κνίσας ἀντὶ τοῦ κόψας καὶ λυπήσας. Κνίζειν. κατατέμνειν, ἐκθλίβειν. συκάμινα κνίζειν. φασὶ γὰρ τὴν συκάμινον κάθυγρον ουσαν κατατέμνεσθαι ξίφεσι τῶν γεωργῶν τὸν φλοῦν αὐτῆς, ιν' οπως τὸ ὑγρὸν καὶ πλεονάζον ἐκκενούμενον, καταναγκάζῃ αὐτὴν κατέχειν καὶ πεkappa.1226 παίνειν τοὺς καρποὺς αὐτῆς. καὶ γὰρ εἰ μὴ τοῦτο ην, ἀπώλοντο αν οἱ καρποὶ αὐτῆς ἐκ τῆς ουτω πολλῆς ὑγρότητος, ὡς γεννώσας σῆψιν αὐταῖς. †Κνήσασ. ξύσας. τὸ δὲ λυπήσας, ˉι, ὡς ἀπὸ τοῦ κνίζω.† Κνύειν. κρούειν. Κνυζόμενοσ. ἐπὶ κυνός. καὶ κνυζῶσαι ἀντὶ τοῦ λυπῆσαι. Κνώζει. βοᾷ. Κνώμενοι. γαργαλιζόμενοι, η κνηθόμενοι, η θελγόμενοι. Κνώσσω. τὸ κοιμῶμαι. παρὰ τὸ οσσω, τὸ βλέπω. η παρὰ τὸ κενὸν, τουτέστι κενοῦσθαι τοῦ βλέπειν. η παρὰ τὸ κενὰ καὶ ἀργὰ ειναι τὰ οσσα, ητοι τοὺς ὀφθαλμοὺς, εἰς τὸ κοιμᾶσθαι. κενώσσειν, καὶ κατὰ συγκοπὴν κνώσσειν. Κνηθόμενοι. τερπόμενοι. ̓Απόστολος· κνηθόμενοι τὴν ἀκοήν. Κνίζειν. τὸ φυλλοκοπεῖν τὰ συκάμινα πρὸς τροφὴν τῶν αἰγῶν. κατὰ δὲ τὸν αγιον Κύριλλον τὸ ἀποκόπτειν τὰ συκάμινα, ηγουν τοὺς καρποὺς τῆς συκαμίνου, καὶ ἐσθίειν. kappa.1227 Τὸ Κ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Κοάλεμοσ. ὁ μωρὸς, ὁ μάταιος. παρὰ τὸ κοεῖν καὶ τὸ ἐλύματα. οιον ὁ μάταια νοῶν. η κοιάλεμος. Κόβαλοσ. ὁ πανοῦργος, ὁ λῃστὴς, καὶ ὁ λάλος. ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως. οθεν καὶ κόπιν λέγουσι τὸν λάλον. ὁμοίως καὶ κόψ. Κοδράντησ. τὸ πᾶν. η λεπτὰ δύο, η τὸ εσχατον τοῦ λεπτοῦ. λέγεται καὶ ἡ πρᾶξις, καὶ αὐτὸ τὸ ἐνθύμημα. Κόθορνοσ. τὸ ἀμφοτεροδέξιον ὑπόδημα. Κόθουροσ. ὁ κούντουρος. κηφήνεσι κοθούροις ικελος ὀργήν. παρὰ τὸ κεύθειν τὴν οὐράν. η ὁ κολοβὴν τὴν οὐρὰν εχων. kappa.1228 Κόθουροσ. καὶ ὁ κλέπτης. †Κοῖτοσ. ὁ υπνος.† Κοινόσ. οιμαι, οτι παρὰ τὸ κείω, τὸ κεῖμαι. κεῖος καὶ κοινὸς, ὁ πᾶσι προκείμενος η γενόμενος. η παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ δέχομαι, γίνεται γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος. Κοίρανοσ. ὁ βασιλεὺς, ὁ αρχων. παρὰ τὸ καιρὸς γέγονε καίρανος, καὶ μεταθέσει τοῦ ˉαˉι εἰς ˉοˉι κοίρανος, οἱονεὶ ὁ ἐν καιρῷ αρχων. Κοκύασ. ὁ πρόγονος. †πάππος.† Κόκκυξ. ὁ κοῦκος. Κόλαξ. ὁ ἐπαινῶν ὑπὲρ τὸ πρέπον· ὁ ὡς φίλος ὑπερχόμενός τινα· ὁ ταπεινῶς θεραπεύων τινά. παρὰ τὸ κόλον παράγωγον κόλαξ. †κόλον δὲ, τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον.† τινὲς δέ φασι παρὰ τὸ κολλᾶσθαι, ἐξ ου καὶ δύσκολος ὁ δυσχερῶς τινὶ κολλώμενος. κόλαξ καὶ ὁ παράσιτος. kappa.1229 Κολοσυρτόσ. ὁ ἐκ φρυγάνων συρφετός. ἀπὸ τοῦ τὰ κόλα σύρειν, τουτέστι τὰ φρύγανα. -κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. σημαίνει δὲ καὶ ταραχὴν καὶ θόρυβον ἀνδρῶν. ἀνδρῶν ἠδὲ κυνῶν δέχατο κολοσυρτὸν ἐόντα. Κόλλαβοι. οἱ μικροὶ αρτοι. παρὰ τὸ ἐκ τῶν μεγάλων κολοβοῦσθαι. Κόλλαβοι καὶ οἱ πασσαλίσκοι τοῦ ψαλτηρίου η τῆς κιθάρας. †Κορβωνάσ. τὸ θησαυροφυλάκιον, τὸ δωροδοχεῖον, τὸ γαζοφυλάκιον. γάζα γὰρ παρὰ ̔Ρωμαίοις ὁ πλοῦτος καλεῖται.† †Κόλυβοσ. ὁ ὀβολός.† Κόλιξ. τὸ γαρδούμιον. Κολοβόσ. ὁ παλαιὸς, καὶ ὁ μικρὸς καὶ ὀλίγος. Κολοιόσ. †ο καὶ κλωὸς γράφουσι.† παρὰ τὸ κλῶ ῥῆμα, τὸ φωνῶ, γίνεται κλὸς καὶ πλεοναkappa.1230 σμῷ τοῦ ˉο καὶ ˉι κολοιός. κρακτικὸν γὰρ τὸ ζῶον. Κόλλοψ. ἡ χορδὴ, καὶ τὸ νωτιαῖον, καὶ τὸ τραχηλιαῖον δέρμα τοῦ βοός. διὰ τὸ εἰς κόλλαν ἐπιτήδειον ειναι. Κολοβρόσ. ὁ μικρὸς χοῖρος. Κολοφών. τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. λαμβάνεται δὲ καὶ ἐπὶ μεγάλων κακῶν. Κολεὸς καὶ κουλεόσ. ἡ ξιφοθήκη. παρὰ τὸ κεκοιλάνθαι. η παρὰ τὰ κῆλα, ο ἐστι τὰ τόξα καὶ τὰ βέλη.