267
διαφύγῃ τὴν τυραννίδα, βουλὴν βουλεύεται οὐ τολμηρὰν μᾶλλον, ἢ συνετήν. Τῇ ἱερᾷ τραπέζῃ προσφεύγει, καὶ Θεὸν ποιεῖται προστάτην κατὰ τῆς ἐπηρείας. Τί οὖν ἔδει ποιεῖν, μὴ ὅτι τὸν μέγαν Βασίλειον, καὶ τῶν τοιούτων ἅπασι νομοθέτην, ἄλλον δέ τινα τῶν πολὺ μετ' ἐκεῖνον, ἱερέα δὲ ὅμως οὐκ ἀντιποιεῖσθαι ἔδει; Οὐ χεῖρα ὀρέγειν Θεοῦ φιλανθρωπίᾳ, καὶ νόμῳ τῷ τετιμηκότι θυσιαστήρια; οὐ πάντα δρᾶσαι καὶ παθεῖν ἐθελῆσαι πρότερον, ἤ τι βουλεύσασθαι κατ' αὐτῆς ἀπάνθρωπον; καὶ καθυβρίσαι μὲν τὴν ἱερὰν τρά 96.308 πεζαν, καθυβρίσαι δὲ τὴν πίστιν μεθ' ἧς ἱκέτευεν; Οὐ, φησὶν ὁ κενὸς δικαστὴς, ἀλλ' ἡττᾶσθαι χρὴ πάντας τῆς ἐμῆς δυναστείας, καὶ προδότας γενέσθαι Χριστιανοὺς τῶν οἰκείων νόμων. Ὁ μὴν ἐζήτει τὴν ἱκέτιν, ὁ δὲ εἴχετο κατὰ κράτος· ὁ δὲ ἐξεμαίνετο, καὶ τέλος προπέμπει τινὰς τῶν ἐπ' ἐξουσίας, τὸν τοῦ ἁγίου κοιτωνίσκον ἐξερευνήσαντας, οὐ κατὰ χρείαν μᾶλλον ἢ ἀτιμίαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι, καὶ ἀπολογεῖσθαι κελεύει, ὡς ἕνα τῶν κατακρίτων. Ὁ δὲ παρῆν, ὁ δὲ προὐκάθητο γέμων θυμοῦ, καὶ φρονήματος, καὶ τὰ λοιπά. Τίνος ἕνεκεν ἀγανακτεῖς, ἀγαπητὲ, ἐπειδὴ εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς; ∆ιὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν χρὴ τὸν Θεὸν, ὅτι ἣν αὐτὸς ἀπετείχισεν καὶ ἀπεκώλυσε καταφυγεῖν γράμμασι καὶ νόμοις, αὐτὸς διὰ τῶν ἔργων ἠκύρωσε, μαθὼν ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἔπαθεν, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι, παραινῶν, καὶ λέγων, μὴ ποιῆτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα, καὶ διδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς. Εἰ ἄγαλμα νεκρόν τε καὶ ἄψυχον ἱκανὸν σώζει τοὺς ἐπ' αὐτὸ καταφεύγοντας, δι' ἣν ἐξεικόνισται καὶ κεχαρακτήρισται μορφὴν, πόσῳ καὶ πλέον ἱερὸν Θεοῦ ἐνδιαίτημα περιέπειν καὶ σκέπειν ὀφείλει τοὺς ἐπ' αὐτὸ, καὶ τὴν ἐπ' αὐτοῦ ἐπικουρίαν ἐνθέσμως προσφεύγοντας. Οὐ γὰρ θέμις μετὰ τυραννικοῦ φρυάγματος ἐπιβαίνειν κατατολμᾷν τοῖς ἀβάτοις, καὶ χειρὶ κραταιᾷ, καὶ θρασείᾳ, καθάπερ ἐκ κόλπων, καὶ χειρὸς Κυρίου ἀποσπᾷν βιάζεσθαι τοὺς ἐπὶ τὸ σέβας ὑπεκδύσαντας· ἀλλὰ πρῶτον μὲν κἂν αἵματος μετέχοιεν οὗτοι, χρὴ τὴν τιμὴν νέμειν τῷ τιμητῷ. Ἔπειτα δὲ πειρᾶσθαι ὁσίως καὶ δικαίως παραλαβεῖν τούτους, καὶ οὐ δι' ἑαυτῶν χειρώσασθαι, ἀλλὰ μᾶλλον παρὰ τῶν εἰς τοῦτο διεσταλμένων νεοκόρων. ΤΙΤΛ. ΛΑʹ. -Περὶ πόλεως ἀσεβείας πεπληρωμένης. «Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» «Ἐν τόποις ἀσεβῶν ἀναλίσκονται ἄνθρωποι.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.» «Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ.» «Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας!» «Ὦ πόλις ἡ φαυλίστρια! ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμὸν, 96.309 νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς, συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.» «Ὦ πόλις ἐργαζομένη μάταια!» «Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ.» «Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇς.» «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.» «Ἄκουε ταῦτα ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς, Ἐγώ εἰμι, καὶ οὐκ ἔσται μετ' ἐμοῦ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμόν;» «Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ! Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία αὐτῆς ἀκουσθήσεται ἐν αὐτῇ διὰ παντός.» «Πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ, καὶ πρὸς τὸν προσήλυτον ἐπιστρέφονται ἐν ἀδικίαις, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοὶ, καὶ τὰ ἅγιά μου ἐξουδένωσαν. Ἀνόσια ἐποίουν ἐν μέσῳ σου. Ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνόμησαν. ∆ῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί. Ἐμοῦ δὲ ἐπελάθοντο, λέγει Κύριος.» Εἰσὶ πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις, καὶ μέντοι, καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων παντάπασι, πολλὴν ἀκολασίαν ταῖς ψυχαῖς ἐντικτόντων. Ὧν ἐπὶ πλεῖστον ἀκούοντες, οὐκ ἐμπίπλανται, καὶ τοὺς τοιούτους δήμους πολλοὶ μακαρίζουσιν, ὅτι τὰς κατ' ἀγορὰν ἐμπορείας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῇν ἐπινοίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδονῆς τὸν τεταγμένον αὐτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν· οὐκ εἰδότες ὅτι ὀρχήστρα εὐθηνουμένη θεάμασιν ἀκολάστοις, κοινὸν καὶ δημόσιον