267
ἡμεῖς. Ἐνδιαιτᾶται δὲ τῷ οὐρανῷ τῶν ὅλων ὁ Κύριος, οὐ περιγεγραμμέ νην ἔχων τὴν φύσιν, ἀλλὰ τοῖς ἐκεῖ πολιτευομένοις τῶν ἁγίων ἀγγέλων χαίρων χοροῖς. Τὴν μέντοι γῆν τῷ γένει τῶν ἀνθρώπων ἀπένειμεν. Οὐ τοίνυν Ἰουδαίων προμηθεῖται μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων, οἷς καὶ τὴν γῆν οἰκητήριον δέδωκεν. κʹ, κζʹ. "Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾄδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος." Νεκροὺς ἐκάλεσε τοὺς τοῖς ἀψύχοις εἰδώλοις δουλεύοντας· τί γὰρ ἐκείνων ἀναισθητότερον; Ζῶντας δὲ, τοὺς τὸν ζῶντα Θεὸν προσκυνοῦντας, οἷς τὸν θεῖον ἀπεκλήρωσεν ὕμνον. Πρὸς δὲ τούτῳ διδάσκει, ὡς σὺν πάσῃ προθυμίᾳ προσ ήκει τοὺς θεραπεύοντας τὸν Θεὸν ἀνυμνεῖν αὐτὸν ἔτι ζῶντας, ὡς τοῦ θανάτου τοῦτο ποιεῖν κωλύοντος· διὰ τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Ἄσω τῷ Κυ ρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρ χω."
ΕΡΜΗΝ. ΤΟΥ ΡΙ∆ʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλαῖς καὶ παντοδαπαῖς ὁ τοῦ Σελεύκου Ἀντίοχος, ὁ ἐπίκλην
Ἐπιφανὴς, Ἰουδαίουπεριέβαλε συμφοραῖς· καὶ τοὺς μὲν ῥᾳστώνῃ συ 80.1797 ζῶντας παραβῆναι τὸν θεῖον παρεσκεύασε νόμον. Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶ νας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στε φάνων ἀπήλαυσαν. Ταύτην αὐτῶν τὴν ἀνδρείαν ἡ παροῦσα μελῳδία προλέγει. ∆ιηγεῖται δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ τῶν ὅλων ῥοπήν. αʹ, βʹ. "Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆ, τῆς δεήσεώς μου. Ὅτι ἔκλινε τὸ οὖς αὑτοῦ ἐμοί." Αὐτοὺς ταῦτα λέγειν ἡ προφητεία διδάσκει, ὅτι Πάντων μοι τὰ θεῖα θυμηρέστερα, καὶ ἀξιερα στότερόν μοι τῶν ἄλλων τὸ τὸν Θεὸν θεραπεύειν· δέχεται γάρ μου τὰς δεήσεις, καὶ τῆς οἰκείας ῥο πῆς ἀξιοῖ. "Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσο μαι." Οὗ δὴ χάριν, παρὰ πάντα μου τὸν βίον καὶ ὑμνῶν αὐτὸν διατελέσω, καὶ τὴν παρ' αὐτοῦ συμμα χίαν αἰτήσω. Εἶτα διηγεῖται τὸ πλῆθος τῶν ἀλγει νῶν. γʹ. "Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με." Κυρίως ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τόκου τῆς τικτούσης ὀδύναι. Τοιγαροῦν ἐκ τῆς μετα φορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται, αἱ αὐ τῷ πελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. Λέγει τοίνυν, ὅτι πολλοῖς καὶ παντοδαποῖς περιστοι χηθεῖσι δεινοῖς, ὡς παρ' αὐτὸν γενέσθαι τὸν θά νατον, καὶ αὐτὰς καταλαβεῖν τοῦ ᾅδου τὰς πύ λας. "Θλίψιν καὶ ὀδύνην εὗρον. [δʹ] Καὶ τὸ ὄνομα Κυ ρίου ἐπεκαλεσάμην." Ἀλλ' οὐκ εἰς ἀνάπαυλαν ἐμαυ τὸν ἐξέδωκα, καὶ ῥᾳστώνην, τούτοις περιπεσὼν, οὔτε εἰς τὰς ἄλλας τοῦ βίου ψυχαγωγίας ἐμαυτὸν προενήνοχα, ἀλλὰ θρήνοις καὶ δάκρυσι κεχρημέ νος, καὶ διηνεκῶς ποτνιώμενος τὴν θείαν ἐξῄτουν βοή θειαν. Τοῦτο δὲ ἀκριβέστερον ἐκ τῆς τῶν Μακκα βαίων ἱστορίας μάθοι τις ἄν. Εἰς γὰρ τὴν ἔρημον ἀποδράσαντες οἱ τρόφιμοι τῆς εὐσεβείας, καὶ λιμῷ, καὶ δίψῃ πιεζόμενοι, τὸν Θεὸν ἠντιβόλησαν, καὶ τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. "Ὦ Κύριε, ῥῦ σαι τὴν ψυχήν μου." Ταῦτα, φησὶ, ποτνιώμενος ἔλεγον· Ἐπάμυνον, ὦ ∆έσποτα, καὶ τῶν ἐπικειμένων κακῶν τὰς ἡμετέρας ψυχὰς ἐλευθέρωσον. Ἤδειν μέντοι προσευχόμενος, ὅτι τεύξομαι τῆς αἰτήσεως, τὴν πολ λὴν αὐτοῦ φιλανθρωπίαν τῇ πείρᾳ μεμαθηκώς. Τοῦτο γὰρ ἐπήγαγεν· εʹ. "Ἐλεήμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ." Τὰς γὰρ τοῦ ἐλέους πηγὰς τοῖς ἀνθρώ ποις προσχέει· ἔχει δὲ καὶ δικαιοσύνην, τοὺς ἀδικοῦντας κολάζει μεταμελείᾳ χρήσασθαι μὴ βου λομένους. ∆ὶς μέντοι τοῦ ἐλέους μνημονεύσας, ἅπαξ τῆς δικαιοσύνης ἐμνήσθη. Νικᾷ γὰρ ἡ τοῦ Θεοῦ φιλ ανθρωπία τῆς δικαιοσύνης τὴν ψῆφον. ʹ. "Φυλάσσων τὰ νήπια ὁ Κύριος." Τοσαύτην 80.1800 γὰρ πάντων ἀνθρώπων ποιεῖται κηδεμονίαν, ὅτι καὶ τὰ βρέφη πάσης ἀξιοῖ προμηθείας. Καὶ οὐ μόνον τεχθέντων ἐπιμελεῖται, ἀλλὰ καὶ αὐταῖς ταῖς νηδύσι τῶν μητέρων ἐπικρυπτόμενα, καὶ ὕδασι