267
ἠνύσατε καὶ ἔτι φέρετε, τρισόλβιοι πατέρες, ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐφ' οἷς ἀκούσαντες ἐχάρημεν, ᾐνέσαμεν, ἀνθωμολογησάμεθα, εἴπομεν ὅτι ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν, εὐαρεστούμενος καὶ θεραπευόμενος τῇ ὑπὲρ ἀληθείας ὁμολογίᾳ. Ἐμοὶ δὲ δοκεῖ, οὐχ εἵνεκα ὑμῶν σώσματος μόνον, ἀλλὰ γὰρ καὶ τῆς ἐν τοῖς αὐτόθι σωτηρίας τὴν φυγαδείαν οἰκονομηθῆναι παρὰ τῆς τὰ πάντα σῳζούσης προνοίας, ἐπειδήπερ ἐπιστάντες ὤφθητε φωστῆρες τῶν ἐν σκότει καὶ πλάνης βίου, ὁδηγοὶ τυφλῶν, παιδευταὶ ἀρετῆς, κήρυκες εὐσεβείας, διδάσκαλοι τῶν ἐνταῦθα πραχθέντων κατὰ Χριστοῦ φοβερῶν τολμημάτων. οὕτω καὶ ἐν τοῖς αὐτόθι καὶ πανταχοῦ γῆς τε καὶ θαλάσσης ηὔγασε Κύριος τοὺς ὁμολογητὰς εἰς ἔνδειξιν ἀληθείας, εἰς ἀποτροπὴν ἀσεβείας, καθάπερ ἐπὶ τῶν ἄνωθεν χρόνων· καὶ ἐμεγαλύνθη τὸ ὄνομα αὐτοῦ καὶ ἐδοκιμάσθη ὁ ἐκλεκτὸς λαὸς Χριστοῦ καὶ ἀπεδοκιμάσθη ὁ μισόχριστος θίασος καὶ τέλος ἔλαβεν ὅρον ζωῆς ἐπάξιον τῆς τόλμης ὁ μέγας δράκων, ὁ Ἀσσύριος νοῦς, ἧς ἔδρασε κατὰ θεοῦ. Τὸ δὲ ὅπως νῦν ἔχει τὰ ἐνταῦθα παρέλκον ἂν εἴη λέγειν διὰ τὸ τὸν γραμματηφόρον ἱκανὸν εἶναι χάριτι Χριστοῦ ἕκαστα ἐκδιδάξαι ἐμμελῶς· ᾧ καὶ παρεθέμεθα μετὰ τῆς ἐπιστολῆς καί τινα διανομήν, ἣν καὶ καταξιώσατε εἰσδέξασθαι, χαριζόμενοι ἡμῖν τὰς τιμίας προσευχὰς εἰς στηριγμὸν ψυχῆς. 436 {1Εὐδοκῷ παρθενευούσῃ}1 Οὐκ ἔστι καλὸν φιλίας καὶ εὐεργεσίας ἐπιλανθάνεσθαι· εἰ γὰρ ἄλογα ζῷα, καίπερ νοῦ ἐστερημένα, οἶδεν ἀποσῴζειν διάθεσιν τοῖς εὐεργέταις, πόσῳ γε μᾶλλον προσῆκον ἡμῖν, τοῖς κατ' εἰκόνα θεοῦ γεγενημένοις, ἀνεπίληπτον ἔχειν τὸ πρὸς τοὺς φίλους μνημονικόν. διὰ τοῦτο ἔργον ἔσχομεν ἀποστεῖλαι πρὸς τὴν τιμιότητά σου τὸν ἠγαπημένον ἡμῶν υἱὸν Προτέριον, αὐτὸ τοῦτο δηλοῦντες ὅτι οὐκ ἐπιλελήσμεθα, ἀλλὰ γὰρ καὶ πάνυ μνημονεύομεν καὶ ἐπὶ γλώσσης φέρομεν καὶ ἄλλοις διηγούμεθα τὴν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς συμπάθειάν σου, ὅση δὲ καὶ ἡλίκη αὕτη· ὅτι ἐν καιρῷ πειρασμοῦ, ἐν καιρῷ τοῦ κατὰ Χριστὸν διωγμοῦ, ὁπότε ἐφυλακίσθημεν ἐν τοῖς αὐτόθι, ἐγώ τε καὶ ὁ ἀδελφὸς Νικόλαος, ἡνίκα πρὸ τῆς ὀπῆς τῆς φυλακῆς φύλακες, μὴ ἐῶντες θίγειν ὁντιναοῦν κατὰ τὴν τῶν ἀσεβῶν πρόσταξιν τῷ φρουρίῳ, τότε, ἵνα τὰ πρότερα ἐάσω λέγειν, καίπερ ὄντα ἱκανά, παρρησιαζομένη τῇ κατὰ θεὸν πεποιθήσει, ἔπεμπες, ἐγαλούχεις οἱονεί, διέτρεφες, ἐπότιζες, παρεκάλεις, ἤλειφες, σεαυτὴν ἐπεδίδους ῥιψοκινδύνως εἰς θάνατον, ὅπερ μικροῦ δεῖν, εἰ μὴ ἡ χεὶρ τοῦ θεοῦ φθάσασα εἷλέν σε, καὶ ἐνέπιπτες εἰς ἔργον. οἶδας τὰς κατηγορίας τῶν γειτνιαζόντων, τὰς εἰσπράξεις τῶν ἀρχόντων, ὅτι δῶρα εἴληφας παρὰ τοῦ καταδίκου, ὅτι λόγους διαταγῆς ὑπακούεις, τοῦτο κἀκεῖνο. ἀλλ' ὅμως, ὢ τῆς μεγαλοπιστίας, οὐδὲ οὕτω τούτων τυρβασθέντων ὑφῆκας τὸ καθόλου, ἀλλ' ὡς μηδενὸς καινοῦ γεγονότος εἴχου πάλιν τῆς διακονίας, δώροις τοὺς φύλακας ἐξευμενιζομένη καί, τὸ δὴ λεγόμενον, θεὸν δι' ἡμῶν τῶν ἁμαρτωλῶν θεραπεύουσα, ἐξ οὗ καὶ ἡ ἁρπαγὴ τῶν κινδύνων καὶ ἡ παρ' ἐλπίδα σωτηρία. Τί τοῦτο δεύτερον Πρισκίλλης καὶ Φοίβης ἐκείνης ἢ τῶν ταύταις ἰσοστασίων κατὰ τὴν τῆς διακονίας θεωρίαν, ἐφ' ᾗ μακαρίζονται ὑπὸ τοῦ θείου ἀποστόλου; οὐδαμῶς, ὡς ἐμοί γε δοκεῖ, εἰ μὴ ὅτι εἰς ἀναξίους. ἀλλὰ καὶ τοῦτο μᾶλλον αἰνετώτερον· ἐκεῖ γὰρ τὸ μεγαλοφυὲς τοῦ προσώπου τάχα ἂν καὶ τοὺς ἀναισθήτους λίθους ἐκίνησεν εὐεργετεῖν, ἐνταῦθα δὲ τοὐναντίον, καὶ τοὺς εὐαισθήτους νόας ναρκᾶν ἔπεισεν τὸ ἀπόπτυστον τῶν ὑποκειμένων. ἀλλ', ὅτι τοῦτο οὕτως καὶ ἀντιπεπονθότως ὤφθης δράσασα, σκόπησον τὸ ἐγκώμιον. ἀπέχομεν τοίνυν, ὦ καλλιπάρθενε, τὸ ἔλεος καὶ αἰνοῦμέν σε εἰκότως, προσαποδεχόμενοι καὶ συνεπαινοῦντες καὶ τἆλλά σου σεμνολογήματα, τὴν ἐγκράτειαν, τὴν αὐχμηρὰν κόμην, τὴν ἠμελημένην ἐσθῆτα, τὴν ἐλεημοσύνην καὶ ἐπ' ἄλλοις, τὴν φιλαγνείαν, καὶ ἐπὶ τούτῳ μηδαμῶς μωμοσκοπηθεῖσαν πρός τινος οὖν τῶν ἀνθρώπων. ὢ τῆς καλῆς σου ἐργασίας· ὢ τῆς θεοφιλοῦς καὶ γηραλέας κεφαλῆς· ἤνθησας ἐν μέσῳ