268
ἀπαλλάξατε Ῥωμαίους, ὡς ἂν θεός τε ὁ τῆς εἰρήνης χορηγὸς δοξασθῇ καὶ βασιλίς τε καὶ πατριάρχης καὶ ὑμεῖς ἡ σύγκλητος οὐ παρὰ πάντων μόνον Ῥωμαίων, ἀλλὰ καὶ ἡμῶν τῶν ταπεινῶν ἀξίας κομίζησθε εὐχαριστίας τῆς προθυμίας τῆς περὶ τὰ καλὰ καὶ τῆς 2.211 κηδεμονίας τῶν διὰ τὸν πόλεμον ἁπανταχοῦ διαφθειρομένων ἀνθρώπων ἀναιτίων.» πρὸς ταῦτα βασιλὶς μὲν οὐδὲν ἔπασχε δεινὸν, ἀλλὰ καὶ κατὰ γνώμην ᾤετο εἰρῆσθαι αὐτῇ τοὺς λόγους. πολλὴν γὰρ πατριάρχου καὶ τῶν ἄλλων πανουργίαν καὶ ἀπάτην καταγνοῦσα, ἔσπευδεν, εἰ δύναιτο τρόπῳ δή τινι τὸν πόλεμον καταλύσασα, σπονδὰς πρὸς βασιλέα τὸν Καντακουζηνὸν θέσθαι περὶ εἰρήνης. εἰργομένη δὲ ὑπὸ τῶν ὅρκων, οἷς ὑπήγαγον ἐξαπατήσαντες, ὡς, εἰ μὴ πᾶσιν αἱρετέα εἴη ἡ εἰρήνη, μηδ' αὐτὴν ἐπιψηφίζεσθαι, τὴν ἐκ τῆς βουλῆς ψῆφον ἀναγκαίως περιέμενε. λεʹ. Πατριάρχης δὲ καὶ ἡ συνωμοσία ἐν δεινῷ μάλιστα ἐτίθεντο τὰ εἰρημένα καὶ τὸν ἔσχατον ᾤοντο κίνδυνον αὐτοῖς ἐπάγειν. προφανῶς μὲν οὖν πρὸς τὴν εἰρήνην ἀντιλέγειν οὐχ ἰταμὸν μόνον, ἀλλὰ καὶ φιλομόχθηρον ἐδόκει. ἐσκέψαντο δὲ, εἰ δύναιντο τρόπῳ δή τινι ἑτέρῳ τῶν μοναχῶν τὴν ὁμόνοιαν πειρᾶσθαι διαλύειν. καὶ τότε μὲν ἐπαινέσαντες τὴν ὑπὲρ τοῦ κοινοῦ σπουδὴν, ἐκέλευον ἀναπαύλης τινὸς τυγχάνειν, τὸν ἐκ τῆς ὁδοιπορίας πόνον ἀποτιθεμένους. ὕστερον δὲ ἐπηγγέλλοντο σκεψαμένους περὶ ὧν ἥκουσι τὴν ἀπολογίαν παρασχεῖν. ξενίζεσθαι δὲ οὐκ εἴασαν ἐπὶ ταὐτὸν, ἀλλ' ἄλλον ἄλλοσε διέσπειραν, ὡς ἂν τῇ διαστάσει τῶν σωμάτων καὶ ταῖς γνώμαις διαστῶσιν, ὑποσχέσεσι καὶ λόγοις ἰδίᾳ ἕκαστος διαφθαρέντες. ἐτρίβετο μὲν οὖν ὁ χρόνος καὶ οὐδεμία τῶν εἰρημένων ἦν φροντὶς, οὐδέ τις λόγος ἐγίνετο τῶν μοναχῶν. 2.212 ἐκεῖνοι δὲ ὁρῶντες, ὡς μᾶλλον αὐτοῖς αἱρετέος ἐστὶν ὁ πόλεμος, ἢ ἡ εἰρήνη, μετὰ τὸ πολλὰ δεηθῆναι περὶ αὐτῆς, ἐπεὶ πρὸς σκήψεις καὶ προφάσεις καὶ οὐδὲν ὑγιὲς ἑώρων καταφεύγοντας, τὴν ἐπάνοδον ᾐτοῦντο. τοῖς δὲ οὐδὲ τοῦτο λυσιτελεῖν ἐδόκει, ὥστε ἀπελθόντας τοὺς μοναχοὺς αὐτοῖς μὲν ἀνατιθέναι τὴν αἰτίαν τοῦ πολέμου, Καντακουζηνῷ δὲ τῷ βασιλεῖ τὸ μᾶλλον αἱρεῖσθαι τὴν εἰρήνην καὶ δίκαια καὶ συμφέροντα τοῖς πᾶσιν ἀξιοῦν συμμαρτυρεῖν. οὐδὲ γὰρ μέτριά τινα προστήσεσθαι αὐτοῖς ἐνόμιζον πρὸς τὸ τοὺς δήμους ἐκταράττειν καὶ τὸν πόλεμον κινεῖν. ἐξεπίτηδες γὰρ αὐτοὶ λάλους τινὰς καθίεσαν εἰς τὰς πόλεις κηρύττοντας, ὡς Καντακουζηνὸς οὐδ' ἄκροις ὠσὶ τὴν εἰρήνην παραδέχοιτο, ἀλλὰ τὰ δεινότατα τοὺς βασιλέως παῖδας διαθήσειν ἀπειλεῖ, εἰ περιγένοιτο ἐν τῷ πολέμῳ, καὶ τοὺς ἄλλους, ὅσοι δίκαια ποιοῦντες ἐκείνῳ πεπολεμήκασιν ὑπὲρ αὐτῶν. παρεκάλουν τε τοὺς δήμους ὑπὲρ τῶν βασιλέως παίδων ὀρφανῶν ὄντων πατρὸς ἀγανακτεῖν καὶ ἀμύνεσθαι τὸν ἀδικοῦντα. οὗ δὴ ἕνεκα ἐσκέψαντο συγκρούειν πρὸς ἑαυτοὺς τοὺς μοναχούς. καὶ Μακάριον μὲν τὸν Λαύρας ἡγούμενον, Θεσσαλονίκης μητροπολίτην ἀποδείξαντες, ἔπεισαν οὐ πρὸς τοὺς ἄλλους μόνον διενεχθῆναι μοναχοὺς καὶ Καντακουζηνισμὸν αὐτῶν κατηγορεῖν, ὅτι δὴ τὸν φίλον ὁρῶντες ἀπολεῖσθαι ὑπὸ τοῦ κοινοῦ πολέμου κινδυνεύοντα, ἐν ζήλου μοίρᾳ καὶ τῆς πρὸς τὰ βελ 2.213 τίω συμβουλῆς ἥκουσιν ἐκείνῳ βοηθήσοντες· ἀλλὰ καὶ βασιλέως πολλὰς καταχέειν λοιδορίας καὶ οὐδὲν ἐκείνων ἀπολείπεσθαι τὴν εἰς αὐτὸν πικρίαν. ὅθεν καὶ γενόμενος ἐν Θεσσαλονίκῃ οὐδενὸς τῶν ἐκεῖσε τολμηθέντων ἐπὶ ὠμότητι καὶ πονηρίᾳ βεβοημένων ἀπελείπετο. πρῶτον δὲ ἐν τῇ μονῇ τῇ προσαγορευομένῃ Πέτρᾳ ἀπρόϊτον μένειν κατεδίκασαν, προνοίας τῆς εἰς τὸ σῶμα προσηκούσης οὐδεμιᾶς ἀποστερήσαντες. Σαβὰν δὲ διὰ τὸ ἀρετῇ τῶν ἄλλων ὑπερέχειν καὶ γνωριμώτατον τῶν βασιλέως φίλων εἶναι, ἐπεὶ μὴ συμφρονεῖν αὐτοῖς ἐβούλετο, ἐν ἑτέρᾳ μονῇ τῇ Χώρᾳ προσαγορευομένῃ μένειν καὶ αὐτὸν ἐψηφίσαντο ἀπρόϊτον. βουλομένων δὲ καὶ προνοίας ἀξιοῦν πολλῆς, οὐ κατεδέξατο, μὴ δίκαιον εἶναι, φάσκων, ἐκ τῶν αἵμασι καὶ φόνοις χαιρόντων τι λαβεῖν. τοῦτο δὲ μόνον εἰπὼν, ὡς τὸν ὑπὸ θεοῦ φρουρούμενον οὐδεμιᾷ τινι μηχανῇ δυνατὸν ὑπ' οὐδενὸς διαφθαρῆναι, ἡσυχίαν ἦγε. τοῖς δ' ἄλλοις ἅπασιν οὐ μάλιστα ἀξιολόγοις οὖσι, τὴν εἰς