268
ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς ̔Ρωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν οτι ὁ ∆έκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πύρρος καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ' ἀθυμεῖν μήτ' ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ενα ανθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ' ἐπῳδὴν η μαγγανείαν τινὰ κρείττω τῶν οπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ' εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ῃ ἐχρήσαντο οἱ ∆έκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις, αν τινα ουτως ἐσκευασμένον ιδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ ∆εκίῳ πέμψας εφη ουτε προχω2.186 ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρηθέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς απερ οἱ υπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου εργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ αλλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος, ηροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, η ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ιν' ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ελεγχος γένοιτο ἀκριβής. οἱ μὲν ουν ̔Ρωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ ̔Ρωμαῖοι τά τε αλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ' ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν, ινα τοξεύοντες ἀπ' αὐτῶν αλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ ̔Ρωμαῖοι τοὺς Ελληνας, ἐώσαντο δ' ουν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ' ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ιππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν ̓Απούλων τινὲς ἐπὶ τὸ τῶν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αιτιοι τοῖς ̔Ρωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ' αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν επεσον, ο τε Πύρρος καὶ αλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ακεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. οθεν ἀπῆρεν εἰς Τάραντα πρὶν 2.187 τοὺς ̔Ρωμαίους αἰσθέσθαι. οἱ δ' υπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. ειτα οἱ μὲν εἰς τὴν ̓Απουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος ταλλα τε ἡτοιμάζετο καὶ οικοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης. Ηδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι οντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούντων ηλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν. δυσχεράνας ουν ἐπὶ τούτῳ ἐκεῖνος, ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ ουτως αὐτὸν ἐκ τούτου κατέπληξεν ωστε καὶ τοὺς ἑαλωκότας τῶν ̔Ρωμαίων προῖκα αυθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ ̔Ρωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς ̓Ιταλίας ἐκέλευον καὶ ουτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχόν τε καὶ ῃρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές, ἐτύγχανον δὲ ἐξ ου ̓Αγαθοκλῆς ἐτελεύτησε στασιάζοντες, ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν ̓Ιταλίᾳ κατέλιπεν, ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ 2.188 αλλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων