268
κωλεὸς δὲ ονομα τὸ εντερον, μέγα. Κολλυβιστήσ. ὁ τραπεζίτης. Κολωνόσ. τόπος ὑψηλός. Κολωόσ. ὁ θόρυβος. παρὰ τὸ κλῶ, τὸ καλῶ, γίνεται ῥηματικὸν ονομα κλὼς, ὡς σῶ, σὼς, καὶ πλεονασμῷ τοῦ ˉω κολωός. η παρὰ τὸ κολοιὸς, ο δηλοῖ τὸ ορνεον. kappa.1231 Κομμόσ. παρὰ τὸ κόπτω κομμός. κόψω γὰρ ὁ μέλλων, ὡς καὶ παρὰ τὸ γράψω γραμμὸς καὶ ὑπογραμμός. Κομψόσ. ειρηται μὲν ἡ λέξις ἐπὶ τοῦ πανούργου, καὶ ἐπὶ τοῦ μετρίου, καὶ ἐπὶ τοῦ ἐπιεικοῦς. ἀμφότερα ουν παρὰ τὸ κάμπτω ῥῆμα. ἀλλ' ἐπὶ μὲν τοῦ πανούργου παρὰ τὸ εὐκάμπηλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς παρὰ τὸ εὐκαμπῆ αὐτὸν ειναι, οιον εὐπειθῆ καὶ προσηνῆ. ουτως Εἰρηναῖος ὁ ̓Αττικός. η κομψὸς ὁ πιθανολόγος, ὁ μετὰ ὑπερηφανίας καὶ κόμπου ῥητορεύων. Κομπαστήσ. ψεύστης. Κόμποσ. ἡ κενοδοξία. παρὰ τὸ κενὴν οπα εχειν, ο ἐστι φωνήν. Κομποῤῥήμων. ὁ κενόδοξα λέγων. Κόμαροσ. ειδος φυτοῦ. Κομενταρήσιοσ. χαρτουλάριος. Κόναβοσ. ψόφος· ηχος. παρὰ τὸ τὴν βοὴν κινεῖν. Κόνδυλοσ. παρὰ τὴν κάμψιν τῶν δακτύλων. kappa.1232 οἱονεὶ κάνδυλοι οντες. περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακτύλων ἐγγίνεται. η κένδυλος τὶς ων, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων. κενὰ δὲ σαρκῶν τὰ μέρη ταῦτα. Κονιορτόσ. ὁ χοῦς. παρὰ τὸ ορω, τὸ διεγείρω, ὁ μέλλων ορσω, αἰολικῶς. ῥῆμα ονομα ὀρτὸς, ὡς κείρω κορμὸς, καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν καὶ διεγείρων. Κοντόσ. παρὰ τὸ κέντω κοντὸς, ὡς τρέφω τροφός. Κονσουλάριοσ. ὑπατικός. Κόνων. ονομα κύριον. καὶ κλίνεται Κόνωνος. Κόπισ. σύντομος, ὀξὺς τῷ λόγῳ, ηγουν λάλος. Κοπετόσ. ὁ θρῆνος. ἀπὸ τοῦ κόπτεσθαι. Κορύβαντεσ. εθνος βακχικὸν καὶ μανικόν. παρὰ τὸ κρύβειν τὸν ∆ία, κρύβαντες καὶ πλεονασμῷ τοῦ ˉο κορύβαντες. η οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν. Κορύβαντες δέ εἰσι δαίμονες τινὲς φυλάσσειν ταχθέντες τὸν ∆ία. kappa.1233 Κόρταφοσ. παρὰ τὴν κόρσην ειναι κόρσαφος καὶ κόρταφος, καὶ ἐν ὑπερβιβασμῷ κρόταφος. η οτι τῆς κόρσης καὶ τῆς κεφαλῆς ἁφὴ ἐστί. Κορυθαίολοσ. ὁ τὴν κόρυθα εὐκίνητον εχων η ποικίλην. εστι γὰρ αἰόλλω τὸ κινῶ καὶ συνεχῶς στρέφω. η ἀπὸ τοῦ αἰόλος, ὁ ποικίλος. Τυδεὺς κορυθαίολος. καί· κορυθαίολος Εκτωρ. Κορβανᾶσ. ὁ θησαυρός. Κορβάν. οὐκ εστιν ἡ δωρεὰ καὶ ἡ προῖξ, ἀλλὰ κυρίως ἡ προσφορὰ λέγεται. ουτως ὁ αγιος Κύριλλος. Κόροιβοσ. ὁ μωρός. ἀπὸ τοῦ Κοροίβου, τινὸς μετροῦντος τὰ κύματα. Κορδυλησμόσ. ἡ περιβολή. Κορυφαῖοσ. ενδοξος, μέγας. καὶ κορυφαιότατος, ὁ ἐξοχώτατος. Κόρβουσ. τοὺς κόρακας λέγουσιν οἱ ̔Ρωμαῖοι. Κόσυμβοσ. κροσσὸς, η ὁ ἀνάδεσμος. kappa.1234 Κόσσοσ. ῥωμαϊστὶ μαξίλλα, γραικιστὶ δὲ, ῥάπισμα. Κόσμοσ. καλλωπισμὸς η σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ. κόσμος παρὰ τὸ εχειν ἐν ἑαυτῷ πάντα κεκοσμημένα καὶ διατεταγμένα. η παρὰ τὸ κάζω, κάσω, κέκασμαι, κασμὸς, ῥηματικὸν ονομα, καὶ μεταθέσει τοῦ ˉα εἰς ˉο καὶ ἐναλλαγῇ τοῦ τόνου κόσμος. ουτως Φίλων. Κότοσ. ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν, η ἐναπομένουσα ὀργή. παρὰ τὸ κέω, ο σημαίνει τὸ κεῖμαι, κέημι, ὁ παθητικὸς κέαμαι, κεῖμαι, τὸ τρίτον κεῖται, ῥηματικὸν ονομα κότος. η παρὰ τὸ κέεσθαι, κεῖσθαι, κότος. Κοτόεισ. ὀργίλος. Κότινοσ. ὁ ἐξ ἀγριελαίας στέφανος. Κότταβοσ. ὁ ηχος. Κουροτρόφοσ. παιδοτρόφος. Κούρουσ. νεωτέρους. Κοινωνικούσ. τουτέστι πρᾴους, προσηνεῖς, ἀτύφους, συγκαταβατικούς. ὁ ̓Απόστολος· εὐμεταδότους ειναι, κοινωνικούς. kappa.1235 Κόσμον. τοὺς ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτίαις ἀνθρώπους λέγει ὁ ̓Απόστολος· ινα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. (Θηλυκόν.) Κοίτη. ἡσυχία η στρωμνή. παρὰ τὸ κέω, τὸ κεῖμαι· ὁ παθητικὸς ἐνεστὼς τῶν εἰς ˉμˉι κεῖμαι, κεῖται, καὶ ἐξ αὐτοῦ ονομα ῥηματικὸν κοίτη. Κοίταισ. γυναικείαις ἐπιθυμίαις. Κοιλία. ἀπὸ τοῦ κοίλην ειναι, η ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν καὶ χυλοῦν, χολία καὶ κοιλία. Κοινωνία. ἡ τῶν θείων μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ενωσιν, καὶ κοινωνοὺς ἡμᾶς τῆς αὐτοῦ βασιλείας ποιεῖν. Κοιτίσ. τὸ σπυρίδιον, καὶ ἀγγεῖόν τι. Κολακεία. επαινος ὑπὲρ τὸ πρέπον. Κολοβότησ. ὀλιγότης.