1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

268

διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστὶν, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη, καὶ ᾄσματα πορνικὰ, ἐγκαθεζόμενα ταῖς τῶν ἀκουόντων ψυχαῖς, οὐδὲν ἕτερον, ἢ πάντας ἀσχημονεῖν ἀναπείθει, ἢ τὰ τῶν κιθαριστῶν αὐλητῶν κρούσματα μιμουμένους. Ἤδη τινὲς τῶν ἱππομανούντων, κατ' ὄναρ περὶ τῶν ἵππων μάχονται, ἅρματα μεταζευγνύντες, καὶ ἡνιόχους μετατιθέντες, καὶ ὅλως τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲν ἐν ταῖς καθ' ὕπνον φαντασίαις ἀφίστανται. Ἔστιν ἰδεῖν περὶ τὰς ἀντιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθήμενοι, παίουσι τὸν ἀέρα τοῖς δακτύλοις, ὡς μάστιξι, ζευγνύουσιν, μεταζευγνύουσιν, οὐδενὸς ὄντες κύριοι· ἀντιδιδόασιν ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς. Καὶ ταῦτα τίνες; οἱ 96.312 πένητες πολλάκις, καὶ ἄποροι, καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσοντες. Οἱ φοβούμενοι τὸν Κύριον περιμένουσι τὴν Κυριακὴν, ἵνα τὴν εὐχὴν τῷ Θεῷ ἀναπέμψωσιν, καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀπολαύσωσιν. Οἱ δὲ ῥᾴθυμοι περιμένουσι τὴν Κυριακὴν, ἵνα τοῦ ἔργου ἀπεχόμενοι, τοῖς κακοῖς σχολάσωσι. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα. Ἔξελθε ἐν τῇ μέσῃ εἰς ἄλλην ἡμέραν, καὶ οὐδένα εὑρίσκεις· ἔξελθε ἐν τῇ Κυριακῇ, καὶ εὑρήσεις, τοὺς μὲν κιθαρίζοντας, ἄλλους ἐπικροτοῦντας, ἑτέρους καθεζομένους, καὶ τοὺς πλησίον λοιδοροῦντας, ἄλλους παλαίοντας, καλεῖ ὁ κήρυξ εἰς τὴν ἐκκλησίαν, καὶ πάντες ὡς ὑπὸ ὄκνον προβάλλονται. Γέγονε κιθάρας ἦχος, ἢ αὐλοῦ, καὶ πάντες ὡς ὑπόπτεροι τρέχουσιν· τὰ θεάματα τῆς ἐκκλησίας ὁρῶμεν· τὸν ∆εσπότην Χριστὸν ὁρῶμεν ἀνακείμενον ἐπὶ τῆς τραπέζης, τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ᾄδοντα, εὐαγγελικὰς φωνὰς, Πνεύματος ἁγίου παρουσίαν, τοὺς προφήτας κελαδοῦντας, τὸν τῶν ἀγγέλων ὕμνον τὸ Ἀλληύια, ὅλα πνευματικὰ, ὅλα σωτηρίας ἄξια, ὅλα βασιλείας πρόξενα. Ταῦτα ἀκούει ὁ ἐρχόμενος εἰς τὴν ἐκκλησίαν. Τί δὲ θεωρεῖ ὁ τρέχων εἰς τὰ θέατρα; ᾄσματα διαβολικά· γυναῖκας ὀρχουμένας. Τί γὰρ ποιεῖ ἡ ὀρχουμένη; γυμνοῖ τὴν κεφαλὴν ἀναισχύντως, ἣν παρήγγειλε Παῦλος ἀδιαλείπτως σκεπάζειν. Ἐκστρέφει τὸν τράχηλον· τὰς τρίχας ὧδε κἀκεῖ ἐκπετάζει. Ταῦτα ποιεῖ καὶ ἡ δαιμονῶσα. Ὁ δὲ κιθαρῳδὸς ὥσπερ δαίμων τῷ ξύλῳ προσμάχεται. Τοιοῦτον καὶ τὸ συμπόσιον τοῦ Ἡρώδου, καὶ εἰσελθοῦσα ὠρχήσατο Ἡρωδιὰς, καὶ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀπέτεμεν, καὶ τὰ καταχθόνια τοῦ ᾅδου ἐκληρονόμησεν. Οἱ οὖν ἀγαπῶντες τὴν ὄρχησιν, μετ' αὐτῆς ἔχουσι τὴν μερίδα. Οὐαὶ τοῖς ἐν Κυριακῇ κιθαρίζουσιν ἢ ἐργαζομένοις. Εἰς ἀνάπαυσιν μισθίων καὶ δούλων ἐδόθη. Αὕτη γὰρ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσέρχεται μίσθιος εἰς τὴν οἰκίαν σου, καὶ ὑποτίθησι τὸν ὦμον ἐν τοῖς ἔργοις σου. Συντρίβεται ἐν ἱδρῶτι καὶ καμάτῳ, καὶ οὐ συγχωρεῖς αὐτὸν ἀναπνεῦσαι. ΤΙΤΛ. ΛΒʹ. -Περὶ πράσεως καὶ ἀγορασίας. «Φύλασσε τὰς ὁδούς σου εὐσυναλλάκτως.» «Ὁ κτώμενος, μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω, διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐ μὴ ἐπιστρέψῃ.» «Ἀναμέσον πρατοῦ καὶ ἀγοραστοῦ συντριβήσεται ἁμαρτία.» ΤΙΤΛ. ΛΓʹ- Περὶ παιδείας Θεοῦ, καὶ τῶν εὐγενῶς φερόντων. «Γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσει τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε.» «Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς 96.313 πλὴν ἐμοῦ. Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι.» «Κύριος θανατοῖ, καὶ ζωογονεῖ· κατάγει εἰς ᾅδου, καὶ ἀνάγει.» «Ἀναστὰς Ἰὼβ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησεν τῷ Κυρίῳ, καὶ εἶπεν αὐτός· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος. Νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται.» «∆ράξασθε παιδείας, μήποτε