268
δυσωδέσιν ἐννηχόμενα, καὶ ἐν ζοφώδει, καὶ ἐν στενῷ καθειργ μένα χωρίῳ διατηρεῖ, καὶ σώζει, καὶ τελεσιουργεῖ, καὶ εἰς φῶς ἐξάγει, καὶ τὰς τοῦ γάλακτος ὀρέγει πηγὰς, καὶ τῶν ἐπιβουλευόντων δαιμόνων ἐλευθεροῖ, καὶ συλλήβδην εἰπεῖν, πατρικῆς μεταδίδωσι προμη θείας. Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λό γος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμεί βεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρ ποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουρ γεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιο σύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει. "Ἐταπεινώθην, καὶ ἔσωσέ με." Ὁ δὲ Σύμμαχος οὕτως· Ἠτόνησα καὶ ἔσωσέ με. Εἰ γὰρ τὰ νήπια τὰ μηδέπω τὴν αὐτοῦ γνῶ σιν δεξάμενα τοσαύτης παρ' αὐτοῦ τυγχάνει κηδε μονίας, πολλῷ μᾶλλον τοῖς εἰλικρινῶς αὐτὸν ἐπικα λουμένοις μεταδίδωσι σωτηρίας. Αὐτίκα τοίνυν ἡμᾶς ταῖς συμφοραῖς ταπεινωθέντας ἰδὼν τῆς οἰκείας ἐπι κουρίας ἠξίωσεν. ζʹ. "Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε." Παραθαῤῥύνουσιν ἑαυτοὺς, καὶ παραθήγουσιν εἰς ἀνδρείαν, τῶν θείων εὐεργεσιῶν ὑποδεικνύντες τὸ πλῆθος, καὶ διδά σκουσι σφᾶς αὐτοὺς, ὅτι κἂν τὸν ὑπὲρ εὐσεβείας καταδέξωνται θάνατον, εἰς τὸν θυμήρη καὶ ἄλυπον μετατεθήσονται βίον. Ἀνάπαυσιν γὰρ ἐκεῖνον ἐκά λεσε. ∆ηλοῖ δὲ τοῦτο καὶ τὰ ἐπιφερόμενα. ηʹ, θʹ. "Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανά του, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πό δας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων." Χώραν δὲ ζώντων, οὐ τὸν παρόντα βίον καλεῖ, ἐν ᾧ θρῆνοι, καὶ ὀδυρμοὶ, καὶ νόσοι, καὶ θάνατοι, καὶ ἁμαρτίαι, καὶ συμφοραὶ, ἀλλὰ τὸν τούτων ἁπάντων ἀπηλλαγμένον βίον, ἐν ᾧ ἀταλαίπωρος τῆς ἀρετῆς ἡ κτῆσις, καὶ δίχα πόνων ὁ τῆς δικαιοσύνης προσγίνεται πλοῦτος. Οἱ γὰρ μετὰ πόνων ἐνταῦθα τοῦτον θελόμενοι συναγεῖραι, πολ λαπλασιάσουσιν αὐτὸν πόνων χωρίς· τὸν χαριστή ριον τοίνυν ὕμνον προσφέρουσιν, ὡς τῶν μὲν ὀφ θαλμῶν τοῦ δακρύειν ἀπαλλαγέντων, τῶν δὲ ποδῶν τὸν ὀλισθηρὸν βίον διαφευγόντων, τῆς δὲ ψυχῆς διαδράναι δυνηθείσης τῆς ἁμαρτίας τὸν θάνατον· καὶ διδάσκουσι σφᾶς αὐτοὺς ἐνεγκεῖν γενναίως τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τοῦ θανάτου καταφρο νῆσαι, ὡς ζωῆς ἀλύπου διαδεχομένης τὸν θάνα τον. 80.1801
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΕʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἑβραῖος καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μέντοι καὶ ὁ Σύρος,
τοῦτον τοῖς προτε ταγμένοις συνάπτουσι· καὶ γὰρ τῆς αὐτῆς ἔχεται διανοίας· καὶ τὸν ἔννατον διχῆ διελόντες, τῇ τῶν δε τῶν ψαλμῶν συναφῇ τὸν ἴσον τῶν ψαλμῶν φυλάτ τουσιν ἀριθμόν. Τὴν αὐτὴν δὲ ὅμως ὑπόθεσιν ἔχει. Οἱ γὰρ τῆς τῶν ζώντων χώρας ἐκεῖ μνημονεύσαντες, καὶ τοῦτο τεθεικότες ἀκροτελεύτιον, ἐνταῦθα ἀρχό μενοι λέγουσιν· αʹ. "Ἐπίστευσα, διὸ ἐλάλησα." Οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐκείνην ἐθεασάμην τὴν χώραν, ἀλλὰ κατάδηλόν μοι ταύτην ἡ πίστις πεποίηκεν. "Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. [βʹ] Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης." Ὁ δὲ Ἀκύλας οὕτως· Ἐγὼ εἶπαἐν τῷ θαμβεῖσθαί με· Πᾶς ἄνθρωπος διά ψευσμα. Ὁ δὲ Θεοδοτίων· Πᾶς ἄνθρωπος ἐκλεί πει. Ὁ δὲ Σύμμαχος· Καὶ εἶπον ἀδημονῶν· Πᾶς ἄνθρωπος διαψεύδεται. Οὐχ ἁπλῶς δὲ πάσας τέ θεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέου σαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν. Τὴν γὰρ ἀθρόαν ταύτην, φησὶ, μεταβολὴν θεασάμενος, καὶ τῆς προτέρας ἡμῶν ἀναμνησθεὶς εὐκληρίας, καὶ τὰς ἐπαλλήλους ὁρῶν συμφορὰς, εἶπον ἀδημονῶν, Μόνι μον οὐδὲν, οὐδὲ σταθερόν· ἀλλὰ διαψεύδεται, καὶ τῆς ἐλπίδος διαμαρτάνει, τοῖς παροῦσιν ὡς διαρ κέσι θαῤῥῶν. Τοῦτο μὲν ἐν τῷ τριακοστῷ καὶ ὀγ δόῳ ἔφη ψαλμῷ· "Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν." Ταῦτα καὶ ὁ σοφὸς παιδευ θεὶς Σολομὼν, καίτοι διὰ πάσης