268
ἀκανθῶν ὡς ῥόδον, εὐωδίασας ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ὡς ὀρθοφυὲς κρίνον. Τί τὸ λοιπόν; διαμένειν σε καὶ πρὸς τὸ ἑξῆς ἀπρόσκοπον, σεσωσμένην, φιλοκρινοῦσαν πᾶσαν ἄλλην ἐντολὴν Κυρίου, ὥστε μήτε ὀμνύειν τὸ ὄνομα Κυρίου τὸ παράπαν μήτε τι ἄλλο παραθεωρεῖν τῶν ἐντεταλμένων· τοῦτο δὲ λέγω οὐχ ὡς καταλαμβανόμενός σε ὑπαιτιᾶσθαι, ἀλλ' ὡς ἔχων ἐν ἐφέσει τοῦ ἐν πᾶσιν ἄρτιον εἶναι κἀντεῦθεν ἐπιτυχεῖν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει κἀγὼ τὸν κύριον καὶ ἀδελφιδοῦν σου. ὁ Κύριος μετὰ σοῦ. 437 {1Νικήτᾳ κουράτωρι}1 Οὐδὲν φίλου πιστοῦ ἀξιολογώτερον· ἀλλ' ὅταν μεσολαβῇ ἐν τοῖς φιλουμένοις ἡ περὶ τὴν πίστιν διαφωνία, τότε τῇ πίστει συνδιασχί ζεσθαι καὶ ἡ ἀγάπη πέφυκεν. τί οὖν οὕτω προοιμιασάμεθα, δέσποτα; πάντως οὐκ ἀγνοεῖ ἡ θαυμασιότης σου οὔτε τὴν πρώτην φιλίαν οὔτε τὴν μετέπειτα διάστασιν· διὰ τοῦτο ἐπὶ ταῖς τῆς ὑπερευφημότητός σου ἀποστολαῖς ἰλιγγιάσαμεν εὐθὺς πρὸς τὸ δέξασθαι. ἐπειδὴ δὲ ὁ ἀδελφὸς ἡμῶν Γλυκέριος ἀπήγγειλεν οὕτως καὶ οὕτως, ὅτι καὶ ἡ φιλία μένει καὶ ἡ ὀρθοδοξία ἔρρωται, δέει δὲ μόνον ἀνθρωπίνῳ ἡ ὑπόπτωσις καὶ ἡ ὡς πᾶς φιλόζωος αἱρετικὴ κοινωνία, ἐπὶ τὸ φιλανθρωπότερον ῥέψαντες καὶ τὴν προσηγορίαν καὶ τὴν προσφορὰν ἀπεδεξάμεθα καὶ πάλιν ἠγαπήσαμεν καὶ εἰς τὸ πρότερον ἀνεδράμομεν, μάλιστα ἀκηκοότες ὅτι σου παρασκευάζεται ἡ τιμιότης ἱερὰς εἰκόνας ἀναστῆσαι ἐν τῷ εὐκτηρίῳ οἴκῳ, ὅπερ ἀπόδειξις θερμοτέρου ζήλου. Καί γε, τιμαλφέστατε, ἐναργὴς ἡ τῶν εἰκονομάχων πλάνη· πάλαι γάρ, ὅτε θεὸς ἄσαρκος ἦν, οὐκ ἦν ὁμοιοῦν θεόν· θεὸν γάρ, φησίν, οὐδεὶς ἑώρακεν πώποτε, καὶ ὁ τοῦτο ποιῶν εἰδωλολάτρης. ὁπότε δὲ ὁ λόγος καὶ θεὸς σὰρξ ἐγένετο, ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα, τηνικαῦτα περιγράφεται, ἤγουν ἐφίσης ἡμῖν ἐξεικονίζεται, εἴπερ ἀληθεύει ὁ λέγων ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί· εἰ δὲ τοῦτο, καὶ ἐξεικονίσθη ἐν σαρκὶ καὶ ὅ τι ἂν εἴποις ἕτερον ἀνθρώπινον, ἔφαγεν ἐν σαρκί, ἵδρωσεν ἐν σαρκί, ἔκλαυσεν ἐν σαρκί, ἔπαθεν ἐν σαρκί. εἴ τι οὖν βούλει λέγειν, ὑπαντήσει τὸ "4ἐν σαρκί"5· καὶ ἔρρωται τηλαυγῶς ὁ λόγος καὶ τὸ ἀνατρέψαι τὸ εἰκονίζεσθαι αὐτὸν ἐν σαρκὶ συνανατρέπει πάντα τὰ προειρημένα ἀραρότως. καὶ οὕτως ἀνάγκη λέγειν "4οὐκ ἐφανερώθη θεὸς ἐν σαρκί"5· οὗ τί ἂν γένοιτο ἰουδαϊκώτερον; Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ λέλεκται· ἐὰν δὲ δῷ θεὸς ὀψέ ποτε ἰδεῖν ἡμᾶς ἀλλήλους, τότε τοσαῦτά σοι λαληθήσεται ἀληθείας δόγματα περί τε γραφῆς καὶ προσκυνήσεως τῶν ἁγίων εἰκόνων, ὅσα οὐδὲ τὸ τίμιόν σου οὖς δυνηθείη ἀκοῦσαι. 438 {1Βασιλείῳ υἱῷ πνευματικῷ}1 Ἐπεθυμοῦμεν σὺν τῷ κυρίῳ Γρηγορίῳ καὶ σὲ ἐνταῦθα θεωρῆσαι, τέκνον ἠγαπημένον, ἀλλ' ἐπεὶ τοῦτο οὐ γέγονεν, γράμμασι παραμυθούμεθα τὴν ἀπόλειψιν, γνωρίζοντές σοι ὅτι ἔχομέν σε ἀεὶ ἐπὶ καρδίας ἡμῶν ταπεινῆς, φιλοῦντες τὴν σωτηρίαν σοῦ τε καὶ τῶν μετὰ σοῦ ἀδελφῶν καὶ τέκνων· καὶ γὰρ πατρὶ κλέος υἱοῦ εὐδοξία καὶ αὔχημα ἱερὸν τὸ υἱικὸν σεμνολόγημα. παρακαλῶ οὖν σε ἐν Κυρίῳ ἔχεσθαι οὐ μόνον τῆς οἰκείας εὐσταθείας, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν ἐπιμελείας, ποθούμενον καὶ ποθοῦντα, στεργόμενον καὶ στέργοντα· ὅπου γὰρ ἀγάπη πνευματική, ἐκεῖ ἐν μέσῳ Χριστός, καθὰ ἐπηγγείλατο. ὡς καλὸς καθηγητὴς ἄγε τοὺς ἄρνας Χριστοῦ συμπαθῶς, πεφεισμένως, ὁμειρόμενος αὐτῶν ὡς οἰκείων μελῶν· οἶδά σε τίς εἶ, ὅτι ἀπροσπαθής, ὅτι συμπεριφερόμενος, ἀλλ' οὖν ὅτι καὶ ἀκριβολογούμενος περὶ τὰς ἐντολὰς τοῦ θεοῦ. εἶεν ἁπάντων ἡ ψυχὴ μία διὰ τοῦ πάντα εἶναι κοινά, εἶεν ἐξαγόρευσις, ἐπείπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν ὡς καὶ τὸ ἔμπαλιν, εἶεν ὑπακοή, ὑφ' ᾗ ὁ λῃστὴς εἴσοδον ἐξαπάτης οὐχ εὑρίσκει, εἶεν ταπείνωσις, ἣν ἀμπεχόμενος ὁ θεὸς ἄνθρωπος γέγονεν, θεοὺς ἐντεῦθεν τοὺς ἀνθρώπους δημιουργῶν. Ὦ καλὲ Βασίλειε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰ πονηρά, ἐγκομβούμενος τὰ θεϊκά, τύπος ἀγαθοεργίας πάσῃ προκείμενος τῇ ἀδελφότητι· καὶ οὕτως ὁ σὲ ἀθετῶν ἀθετεῖ θεὸν καὶ ὁ ὑπείκων σοι ὑπείκει θεῷ.