269
τὰς ἰδίας μονὰς ἐπέτρεπον ἐπάνοδον. περὶ μὲν οὖν τὴν τῶν μοναχῶν πρεσβείαν τοιαῦτα πατριάρχῃ καὶ τοῖς συνωμόταις ἐτελεῖτο. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ὡς τὴν ὑπὲρ τῆς εἰρήνης πρεσβείαν ὁ Βατάτζης δέει τῶν τὰ πράγματα διοικούντων ἀπηγόρευεν, εἰς τὸ στρατόπεδον ἐπανῆκεν. εὗρε δὲ ἐκ Θεσσαλονίκης ἀφιγμένους, οὓς αὐτὸς ὀλίγῳ πρότερον πρὸς πρω 2.214 τοστράτορα πέμψας ἦν, ἥκειν τὴν ταχίστην ἀπαγγέλλοντας, ὡς τῶν ἐκεῖσε πάντων ὑπὸ πρωτοστράτορος καλῶς διῳκημένων. ἐδόκει μὲν οὖν καὶ βασιλεῖ, μὴ μέλλειν δεῖν, ἀλλὰ πρὸς Θεσσαλονίκην ἐπείγεσθαι οὖσαν ἀναγκαίαν. τῶν πρὸς τὴν τειχομαχίαν δὲ πάντων ἤδη παρεσκευασμένων, ἐκέλευεν εἰς τὴν ὑστεραίαν ἅμα πρωῒ τῶν τειχῶν ἀποπειρασαμένους, εἰ μὴ δύναιντο παραστήσασθαι, τῇ μετ' αὐτὴν τῆς εἰς Θεσσαλονίκην ἔχεσθαι φερούσης. οὕτω μὲν οὖν ἐδέδοκτο. καὶ ἅμα πρωῒ ἐς τὴν ὑστεραίαν ὁπλισάμενοι, προσέβαλον τοῖς τείχεσι προσάγοντες τὰς μηχανάς. διὰ πάσης δὲ ἡμέρας τῆς τειχομαχίας καρτερωτάτης γεγενημένης, μικροῦ μὲν ἐδέησεν ἁλῶναι, τῶν τε κλιμάκων προσερεισθεισῶν τοῖς τείχεσι καὶ μηχανήματός τινος ἐπὶ τροχῶν χελώνης προσαγορευομένου. ἡ νὺξ δὲ αὐτίκα ἐπιγενομένη διεκώλυσε τὴν ἅλωσιν. οἱ πολιορκούμενοι δὲ δείσαντες, μὴ εἰς τὴν ὑστεραίαν αὖθις μάχης ἁλῶσι γενομένης, ἐβουλεύσαντο νυκτὸς πίστεις λαβόντες παρὰ βασιλέως, ὁμολογίᾳ τὴν πόλιν παραδοῦναι. καὶ ἅμα πρωῒ ἐκ τῶν τειχῶν τοῖς εἰς τὸ στρατόπεδον ἐκέλευον μηνύειν βασιλεῖ, εἰ βούλοιτο ἐπὶ συμβάσει τὴν πόλιν παραλαμβάνειν. ἡδέως δὲ βασιλέως τὸν λόγον δεξαμένου καὶ κελεύοντος ἥκειν πρὸς αὐτὸν, ὡς πάντα πράξοντος αὐτοῖς τὰ κατὰ γνώμην, ἧκον τοῦ τε δήμου καὶ τῶν παρ' αὐτοῖς δυνατῶν ὀλίγοι καὶ τῶν τῷ κλήρῳ τῆς παρ' αὐτοῖς ἐκκλησίας κατειλεγμένων. αἰτίας δὲ ὥσπερ ἀπολύοντες ἑαυτοὺς ἐπὶ τῷ ὅπλα κεκινηκέναι πρὸς αὐτὸν, τὸ δέον ἔφασαν πεποιηκέναι. ὀμωμοκέναι γὰρ 2.215 ὀλίγῳ πρότερον ἀντιστήσεσθαι τοῖς βασιλίδι πολεμοῦσι μέχρι καὶ τοῦ δυνατοῦ. τούς τε ὅρκους τοιγαροῦν τετηρηκέναι ἀσφαλῶς, καὶ τὸ νῦν λυσιτελεῖν φαινόμενον ἐκ τῶν πραγμάτων πράττειν μετ' εὐγνωμοσύνης. ὅθεν ἄξιοι συγγνώμης νομίζειν εἶναι παρ' αὐτῷ. δεῖσθαι μέντοι καὶ τῆς δι' ὅρκων ἀσφαλείας, ὡς οὐδὲν πείσονται δεινὸν τῶν κατὰ τὸν πόλεμον αὐτοῖς εἰργασμένων ἕνεκα καὶ τῶν ὕβρεων, αἳ παρὰ φαύλων καὶ τοῦ μηδενὸς ἀξίων ἀνθρώπων εἴρηνται πρὸς αὐτὸν, τῶν ἐν λόγῳ πάντων μάλιστα ἀνιωμένων καὶ τὴν ἀκολασίαν τῆς γλώττης τιθεμένων ἐν δεινῷ. οὐδεμιᾶς γὰρ ὕβρεως ἐφείδοντο ἑστῶτες ἐπὶ τῶν τειχῶν. ὅθεν καί ποτε βασιλέως ἐν ὅπλοις παριόντος καὶ τὰ τείχη κατασκεπτομένου διὰ τὴν τειχομαχίαν, τρεῖς τινες ἑστῶτες ἐπὶ τῶν τειχῶν, μᾶλλον τῶν ὕβρεων ἠφείδουν γνωρίμου γινομένου. ὁ δὲ ἐγγὺς γενόμενος, ἠρώτα, εἰ εἰδότες, ὅστις εἴη, ὑβρίζουσιν οὕτως ἀφειδῶς. ἑνὸς δὲ ἀποκριναμένου, ὡς μάλιστα εἰδεῖεν, καὶ διὰ τοῦτο καὶ ὑβρίζειν πολλῶν ὄντα ἄξιον λοιδοριῶν, ὅτι ἀποστάτης γεγονὼς τοῖς βασιλέως ἐπεβούλευσε παισὶ καὶ οὐδεμιᾶς ἀπέσχετο πείρας ἀποκτεῖναι τοὺς οὐδὲν ἠδικηκότας μηχανώμενος· «πότε δὲ» εἴρηκεν ὁ βασιλεὺς «ἐπὶ δίκην καταστάντα, ὅτι μὴ τὰ ἐγκλήματα ἠδυνήθην ἀπολύσασθαι, κατεψηφίσασθε ἀδικεῖν αὐτοὶ καὶ ἐπιορκεῖν καὶ τοιαῦτα, οἷα λέγετε, τολμᾷν;» τῶν δὲ, ἔναγχος ἐκ Βυζαντίου, εἰπόντων, ἥκειν, ἐν ᾧ τὰ κατὰ βασι 2.216 λέως ὑπ' αὐτοῦ ἐσκαιωρημένα ἐκμαθεῖν· δι' ἃ καὶ τοὺς ἐκεῖ τὰ βασιλέως ᾑρημένους αὐτὸν ἐλαύνειν, πρὸς οὓς μὴ δυνάμενον ἀνθίστασθαι, ἐνθάδε ἥκειν. «ἀληθῶς εἴρηκας,» εἶπεν ὁ βασιλεὺς «ὦ ἑταῖρε, ἐκ Βυζαντίου τὰ τοιαῦτα δεδιδάχθαι· ἀλλ' ἔγωγε αὐτοῦ τούτου ἕνεκα ἐνθάδε ἥκω, ἵνα σε τῆς γλωσσαλγίας τιμωρησάμενος, διὰ σοῦ κἀκείνους διδάξω μὴ τοιαῦτα ἀκολασταίνειν.» ὁ μὲν οὖν βασιλεὺς ἐν μέρει παιδιᾶς τοιαῦτα πρὸς ἐκείνους διαλεχθεὶς, παρῆλθε. τῆς αὐτῆς δὲ νυκτὸς στρατιῶται, βασιλέως κελεύσαντος, ἐν ταῖς πύλαις προλοχίσαντες, ὥστε τῶν ἔνδον τινὰ ζωγρῆσαι τοῦ τὰ πραττόμενα ὑπ' ἐκείνου διδαχθῆναι, οὕτω συμβὰν, αὐτὸν ἐκεῖνον τὸν ὑβριστὴν ἅμα ἕω τῶν πυλῶν