269
ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αυθις ἐγένετο, ωστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς ̓Ιταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἱ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι' εὐνοίας εχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ωστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν. Οἱ ̔Ρωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς αμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς αλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ ̔Ρουφίνου καὶ τοῦ ̓Ιουνίου, καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ελαβον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ορη τὰ Κρανιτὰ λεγόμενα, οτι κρανίαν πολλὴν εχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες ουν οἱ ̔Ρωμαῖοι εἰς τὰ εἰρημένα ορη ἀναβῆναι ἐτόλμησαν. λασίων ουν αὐτῶν καὶ δυσπροσβάτων οντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν. Οἱ δ' υπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ' ̓Ιούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, ̔Ρουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ 2.189 Κρότωνα ωρμησεν ἀποστάντα ̔Ρωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ης ηρχε Νικόμαχος. ἀγνοήσας ουν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, επταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. ειτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν ειλε· δύο γὰρ ανδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα επεμψε, τὸν μὲν εὐθὺς λέγοντα οτι ἀπεγνωκὼς τὴν αλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ' ετερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ινα πίστιν ὁ λόγος εχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ ουν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι' ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ ̔Ρουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι' ὁμίχλην τότε συμβᾶσαν ειλε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ ̔Ρουφίνῳ περιπεσὼν πολλοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς ̔Ρωμαίοις προσεχώρησαν. Τῷ δ' ἑξῆς ετει ̔Ρωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολέμησαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ηδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν ̔Ρωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ ̔Ρήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ελαβε, καὶ εἰς Τά2.190 ραντα ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ ̔Ρωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν αλλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχθησαν απαντα. τέλος δὲ οἱ ̔Ρωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πύρρος σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ηπειρον ἀπέπλευσεν ὡς αυθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ον ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν ουν Νικίαν ουτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι εμελλεν, ἐρωτήσας δ' αὐτοὺς