269
μικρότης. Κολώνη. †οχθος.† τόπος. καὶ Κολώνεια, πόλις. Κολοφωνία. ειδος τὶ παρόμοιον πίσσῃ. Κομιδή. ἡ ἐπιμέλεια. παρὰ τὸ κομίζω, τὸ ἐπιμελοῦμαι καὶ περιποιοῦμαι. κομιδή. Κόμη. ἡ θρίξ. παρὰ τὸ κόσμον ειναι τοῦ σώματος. οἱ δὲ, παρὰ τὸ κομᾷν καὶ ἐπιμελείας ἀξιοῦσθαι. kappa.1236 Κομψεία. σοφιστεία. Κονίστρα. ὁ ἀγών. ἡ παλαίστρα η ἡ κυλίστρα. Κόνυζα. βοτάνη τίς. Κόνισ. χοῦς. κονιορτός. Κονία. ἡ λευκασία. Κόνισ. παρὰ τὸ καίνω, τὸ διακόπτω καὶ διαφθείρω. ἡ εἰς μικρὰ κατακεκομμένη γῆ. Κονίσσαλοσ. κονιορτός. οἱονεὶ ἡ σεσαλευμένη γῆ. Κόπροσ. οἱονεὶ κόπος τὶς ουσα. βαρεῖ γὰρ τὸ περισσὸν καὶ κοποῖ ἐγκείμενον. η χήπορος τὶς ουσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ˉχ εἰς ˉκ κόπρος. Κόρινθοσ. ἀπὸ Κορίνθου τοῦ Μαραθῶνος, η ἀπὸ Κορίνθου τοῦ Πέλοπος. Κόρση. ἡ κεφαλή. ἀπὸ τοῦ κορυφοῦσθαι, η ἀπὸ τοῦ κείρεσθαι, οθεν κορσωτὴρ λέγεται, ὁ τὰς τρίχας κουρεύων. καὶ κόρσαι αἱ τρίχες. Αἰσχύλος· λευκὰς δὲ κόρσας τῇδ' ἐπαντέλλειν νόσῳ. καὶ κόρση, ὁ κρόταφος. Κόρυσ. ἡ περικεφαλαία. καὶ κλίνεται κόρυθος. παρὰ τὸ κάρη, κάρυς καὶ κόρυς. η παρὰ τὸ κόρση γέγονε κόρυς. κόρση δὲ ἡ κεφαλή. καὶ kappa.1237 τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ελεγον οἱ Ιωνες. καὶ κορσωτῆρα τὸν κουρέα. Κορυφή. τὸ μέσον τῆς κεφαλῆς. παρὰ τὸ τῆς κάρας κορυφὴν ειναι. η παρὰ τὸ κεκρύφθαι αὐτὴν ὑπὸ τῶν τριχῶν, κρυφὴ τὶς ουσα, καὶ πλεονασμῷ τοῦ ˉο κορυφή. κορυφὴ καὶ τὸ ακρον τοῦ ορους. Κορώνη. τὸ ορνεον. παρὰ τὸ καῦρον, ο σημαίνει τὸ κακόν. κορώνη καὶ ὁ τῆς θύρας κρίκος. τίθεται ἡ λέξις καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου. κορωνὶς δὲ, ἐπὶ τῶν νεῶν. σὺν νηυσὶ κορωνίσιν. ο ἐστι καμπυλοπρύμνοις. διὰ τὸ εἰς υψος ἀνέχειν. ἐκ τοῦ κάρα. Κορωνίσ. τὸ ακρον η τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα. κυρίως δὲ ἡ ἀκρώρεια. Κόρη. ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ χόρη τὶς ουσα, ἀπὸ τοῦ δι' αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ, ἡ παρθένος, ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν, ο καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ειρηται. η ἡ καθαρὰν καὶ αφθορον εχουσα τὴν ἡλικίαν. κορεῖν γὰρ τὸ καθαίρειν, ενθεν καὶ νεωκόρος. kappa.1238 Κοριθαλίσ. ἡ δάφνη. καὶ κόρος, ὁ κλάδος, καὶ κορεῖν, τὸ τοῖς κλάδοις σαροῦν. Κορύνη. ἡ ῥάβδος, η ῥόπαλον. οἱ δὲ ξίφος. ετεροι ξύλον ἐπικαμπές. ἡ κατὰ τὸ κάρα νεύουσα. Κόρυζα. κατάῤῥους. ἀρχὴ η πλῆθος μυξῶν. Κοσμιωτάτη. εὐγενεστάτη, εὐκαλλώπιστος. Κοσμογένεια. ἡ κοσμοποιΐα. Κοτύλη. οπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦ. παρὰ τὴν κοιλότητα τὴν ἐν αὐτῷ γινομένην. λέγεται κοτύλη τὸ κοῖλον τῆς χειρός. οθεν κοτυλήρυτον, τουτέστι τοσοῦτον τῷ πλήθει, ωστε καὶ κοτύλην ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. λέγεται καὶ κοτύλη ειδος ποτηρίου καὶ μέτρου. κυρίως δὲ τὸ ὁποσοῦν μέτρον κοτύλην ελεγον οἱ ἀρχαῖοι παρὰ τὴν κοιλότητα. Κομμώτρια. ἐμπλέκτρια. Κοῦραι. παρθένοι, νεάνιδες. Κουριδίησ. παρθενικῆς. Κουστωδία. τὸ στράτευμα. οπερ οἱ ̔Ρωμαῖοι βάνδον καλοῦσι. kappa.1239 Κοινωνία. ἡ ἐλεημοσύνη. παρὰ τῷ ̓Αποστόλῳ· εὐδόκησαν γὰρ Μακεδονία καὶ ̓Αχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν ̔Ιερουσαλήμ. (Οὐδέτερον.) Κόϊ. μίμημα φωνῆς χοίρου. Κοινὸν γένοσ. τὸ τὰς μὲν πτώσεις εχον τὰς αὐτὰς, ὑποτασσόμενον δὲ ἰδίοις αρθροις, οιον ὁ ανθρωπος καὶ ἡ ανθρωπος, ὁ κύων καὶ ἡ κύων, ὁ ιππος καὶ ἡ ιππος. Κοινόν. η τὸ ἐν πολλοῖς θεωρούμενον, η τὸ πολλῶν κατηγορούμενον. κοινὸν πάλιν τετραχῶς· η εἰς τὰ μέρη διαιρετὸν, ὡς ἡ κληρουχουμένη γῆ· η τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ αμα δὲ, ὡς εις δοῦλος, εις ιππος δύο δεσποτῶν· η τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον, ὡς ὁ ἐν θεάτρῳ τόπος η ὁ ἐν βαλανείῳ· η τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν εννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος. kappa.1240 Κοινὸν καὶ καθόλου ἐστὶν ἡ οὐσία, ηγουν ἡ φύσις. Κοινόν. τὸ ἀκάθαρτον. Κοινεῖον. πορνεῖον· καπηλεῖον. Κοινοδήμιον. τὸ δημόσιον. Κοκκύμηλα. ειδος ὀπώρας. Κόκκυ. ἐπιφώνημά τι. Κοκκότιον. ὁ δῆμος ἑλληνιστὶ, ἁπάσης οἰκουμένης. Κόλον. τὸ κεκλασμένον δόρυ.