1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

269

ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε.» «Ἡ παιδεία σου ἀνορθῶσαι με εἰς τέλος, καὶ ἡ παιδεία σου.» «Ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.» «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον.» «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε.» «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ θανάτῳ οὐ παρέδωκέ με.» «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» «Υἱὲ, μὴ ὀλιγόρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» «Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται.» «Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν τῆς γῆς.» «Ὅταν ὀργὴ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.» «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» «∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν τοῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν.» «Ἰδοὺ πεπρακά σε, οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας ἕνεκεν ἐμοῦ.» «Ἐν πόνῳ καὶ μάστιγι παιδεύθητι Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ· μὴ ποιήσω σε ἄβατον γῆν, ἥ τις οὐ κατοικηθήσεται.» «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» 96.316 «Τεκνία, μακροθυμήσατε ἐπὶ τῇ ἐπελθούσῃ ὑμῖν ὀργῇ.» «Φείδῃ πάντων, ὅτι σά ἐστι, ∆έσποτα φιλόψυχε.» «Καὶ διὰ τοῦτο τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν, ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας αὐτῶν, πιστεύσωσιν ἐπὶ σὲ, Κύριε. Παιδεύων ἡμᾶς, τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνήσωμεν κρίνοντες· κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.» «Ἔλεος Κυρίου ἐπὶ πᾶσαν σάρκα, ἐλέγχων, καὶ παιδεύων, καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ, καὶ τοὺς ἐκδεχομένους παιδείαν ἐλεεῖ.» «Ὁ φοβούμενος παιδείαν, ἐκδέξεται παιδείαν.» «Ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ ἐστιν.» «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Μαστιγοῖ δὲ πάντα τὸν υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί, Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, ἐπὶ τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Τὸ συμφέρον ἑκάστῳ ὁ ἀγαθὸς ∆εσπότης ἐπάγει. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται παρὰ τῶν κακῶς αὐτὸν κεκτημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων. Νόσον ἐπάγει, ὡς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτως ἔχει τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμάς. Θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς, περὶ ἕκαστον ἡμῶν τὸ συμφέρον προβλεπόμενος, ἐπήξατο. Λιμοὶ δὲ, καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι, τῇ νόσῳ μάχεται, οὐχὶ τῷ κάμνοντι· οὕτω καὶ ὁ ἀγαθός ἐστι Θεὸς, ὁ τὴν σωτηρίαν πάντων διὰ μερικῶν κολάσεων διοικούμενος. Νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ, καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστου τραχύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν ἐπικόπτουσιν. Ὥστε τὰ τοιαῦτα κακὰ 96.317 παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Μάθωμεν, ὅτι δι' ἐπιστροφὴν, καὶ ἀμέλειαν τὰς πληγὰς ἡμῖν