269
εὐημερίας ὁδεύσας, τῆς τῶν ἀνθρωπίνων πραγμάτων φυσιολογίας ἁψά μενος, τοῦτο προοίμιον τέθεικε· "Ματαιότης ματαιο τήτων, τὰ πάντα ματαιότης." γʹ. "Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;" Πολλαῖς καὶ διαφόροις εὐερ γεσίαις περικλυζόμενος, οὐκ οἶδα τίσι τὸν εὐεργέ την ἀμείψομαι. Οὐχ ἁπλῶς δὲ τοῦτο τῷ προτέρῳ συν ῆψεν· ἀλλὰ διδάσκει, ὅτι καὶ ἐν ταῖς ποικίλαις τοῦ βίου μεταβολαῖς τὴν οἰκείαν τοῖς ἀνθρώποις ὁ τῶν ὄλων Θεὸς ἐπικουρίαν ὀρέγει, καὶ παντοδαπὴν τοῖς ἀθυμοῦσι προσφέρει παραψυχήν. Τοῦτο καὶ ὁ μακά ριος ἔφη Παῦλος· "Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακα λεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ὅτι καθὼς πε 80.1804 ρισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν." Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Κατὰ τὸ πλῆ θος τῶν ὀδυνῶν μου αἱ παρακλήσεις σου εὔφρα ναν τὴν ψυχήν μου." δʹ. "Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι." Προσήκει τοίνυν θαῤῥα λέως τὸν ὑπὲρ αὐτοῦ καταδέξασθαι θάνατον, καὶ ταύτην δοῦναι τῆς παντοδαπῆς εὐεργεσίας ἀντίδο σιν. Ποτήριον γὰρ σωτηρίου τὸν ὑπὲρ τῆς εὐσε βείας προσηγόρευσε θάνατον. Οὕτω γὰρ αὐτὸν Κύ ριος ὀνομάζει. "Πάτερ γὰρ, φησὶν, εἰ δυνατὸν παρ ελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ." Καὶ τῇ ξυν ωρίδι τῶν ἀποστόλων τὴν κοινωνίαν αἰτησάσῃ τῆς βασιλείας, οὕτως ἔφη· "∆ύνασθε πιεῖν τὸ ποτή ριον, ὃ ἐγὼ μέλλω πιεῖν;" Τοῦτο τοίνυν καὶ ἐνταῦ θα οἱ γενναῖοι καὶ ἄριστοι τῆς εὐσεβείας ἀγωνισταὶ, φησὶν, αὐτοῖς δρᾶσαι παρακελεύονται· ταύτην δὲ πληροῦσι τὴν ὑπόσχεσιν τῶν ὁμοφύλων ὁρώντων, ὅπως ἂν καὶ αὐτοὺς εἰς τὸν ὅμοιον παραθήξωσι ζῆ λον. Εἶτα δεικνύουσι τὸν τούτου θανάτου καρ πόν. εʹ, ʹ. "Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναν τίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." Εἰ δὲ Θεῷ τίμιος, τίνι τῶν ὁσίων οὐ σεβάσμιος; ζʹ. "Ὦ Κύριε, ἐγὼ δοῦλος σός· ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου." Ἐὰν μὲν οὖν ἀξι άγαστον ἐκεῖνον ὑπομείνωμεν θάνατον, τῆς παρὰ τοῦ Θεοῦ τιμῆς καὶ δόξης ἀπολαυσόμεθα, καὶ ἀείμνηστον καταλείψομεν κλέος. Εἰ δὲ κρείττους τῶν πολεμίων γινόμενοι, τὴν ἐκείνων σκεδάσωμεν φάλαγγα, τὸν χαριστήριον ὕμνον τῷ ∆εσπότῃ προσοίσομεν, τὴν δουλείαν ὁμολογοῦντες, καὶ ταύτην ἔχειν ἐκ προγό νων αὐχοῦντες. Οἱ μὲν γὰρ ἀνθρώποις δουλεύειν ἠναγκασμένοι ἐλευθέρους ἐσχηκέναι προγόνους ἔστιν ὅτε σεμνύνονται· οἱ δὲ εὖνοι θεραπεύσαντες τοῦ Θεοῦ τὴν ἐκ προγόνων ἔχειν ὁμολογοῦσι δουλείαν, μεγί στην τὴν τοιαύτην δουλείαν εὔκλειαν εἰκότως εἶ ναι πιστεύοντες. "∆ιέῤῥηξας τοὺς δεσμούς μου." Τῶν πολλῶν μου καὶ διαφόρων συμφορῶν ἠλευθέ ρωσας. ηʹ-ιʹ. "Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ." Ἀπαλλαγεὶς δὲ τῶν συμφορῶν, οὐκ ἔσομαι περὶ τὰς εὐερ γεσίας ἀγνώμων, ἀλλὰ τὴν τῆς αἰνέσεως ἀποδώσω σοι θυσίαν, καὶ τὸν χαριστήριον ὕμνον ἐκτίσω, πάντων ὁρώντων τῶν ὁμοφύλων, καὶ τὴν ἐντεῦθεν 80.1805 ὄνησιν καρπουμένων. Προσοίσω δὲ τὴν λογικὴν ταύ την ἱερουγίαν ἐν τῷ καθιερωμένῳ τῷ ὀνόματί σου νεῷ. Ἔστι τοίνυν καὶ ἐντεῦθεν καταμαθεῖν, ὡς καὶ τοῦ νόμου κρατοῦντος, οἱ πνευματικώτερον τῷ νό μῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογρα φοῦντες. Εἰδέναι δὴ προσήκει, ὡς καὶ πᾶσι τοῖς καλλινίκοις μάρτυσιν ἑκάτερος ἁρμόττει ὁ ψαλμός· ὁ γὰρ αὐτὸς καὶ τούτων κἀκείνων σκοπός· κἀκεῖνοι γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον κα ταλύσαντος προείλοντο τελευτήν.